Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐκ ἀγνοεῖς τουτονὶ Διογενῆ ὄντα πολίτην ἡμέτερον, τὼ δ’ οὐ τοῦτο μόνον πρὸς ἡμᾶς ἐστιν, ἀλλὰ καὶ ἆθλον ὑπέστη ποτὲ προσόμοιον τῷ Ζωπύρου.
μὴ καταφρόνει δὲ μήτε τῶν πολέμων, οὓς πολεμοῦσιν οἱ σοφισταί, μήτε τῶν ἐν αὐτοῖς ἀριστευόντων νέων, ὧν ὁ Διογενὴς οὗτος. ἔδοξε [*](6 VII β΄, ριθ΄. ζ΄, (ρζ΄). Vo ζ΄), ρζ΄. Μο β΄, ρκ΄. Va ζ΄, ρη΄. Vo (ζ΄), ρη΄.) [*](7 Seeck 58. 391 18 Sievers 30 not. 131; 90 not 26. Seeck 105. 392 19 Seeck 120 21 Her. III 154 sq.) [*](1 σοφίας reposui e libris σοφίαν Wolf | κεκλημένον Mo 3 τί V Ath | δὲ Wolf | τῷ ante λόγῳ Ath 8 ἦλθεν Va 11 ὅτι libri Wolf 12 νῦν Μο 15 ῥητορικῆς scripsi e VaVoMo ῥητορικὴν V sed ` in ~ corr m4, Wolf 16 σου Mo 19 διογέ- νην V sed ν add m4)
ἡ δὲ ἦν ἀπόστασις μαθητοῦ πεπλασμένη ζητοῦσα δὴ τὸν ὡς ἄριστα ὑποκρινόμενον τὸ δρᾶμα βελτίων δὲ οὐδεὶς ἐδόκει τοῦ Διο- γένους.
ὁ δὲ ἐφάνη καλλίων ἡ προσεδοκήθη. καὶ γὰρ ἐπι- στεύθη ταχέως καὶ ῥημάτων ἥκουσι τῶν ἐκ κολακείας καὶ παρέπεμπε μὲν ὡς ἂν μαθητὴς ὀχούμενον, ἀπεπήδα δὲ περὶ τὰς θύρας ὡς τοὺς ἡμετέρους οἳ ἐκάθηντο θέατρον αὐτῷ. καὶ οὕτως ἀντὶ τῆς Βαβυλῶνος εἴχομεν ἀφορμὴν εἰς γέλωτα καὶ οὐδὲ ὁ θεῖος ἡμῖν ἐνταῦθα ἠδύνατο μὴ γελᾶν.
σκόπει οὖν ὅπως αὐτῷ τὸν μισθὸν ἀποδώσεις τῆς τόλμης ἐπὶ τὸν ἀποστεροῦντα χρέους τινὸς βοηθήσας.