Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. κοὶ νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς κομιεῖν ἡ δόξαν γε τοῦ λόγους ἔχειν.

Ἀκάκιον δέ, διότι μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ. βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι δι- δασκάλων οἱ μὲν διὰ γῆρας δέοιντ’ ἂν τοῦ καθεύδειν μαλακῶς ἐπὶ πλησμονῇ, τοῖς δ’ ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρατὸν [*](5 VII β΄, ριβ΄. Va ζ΄, ρ΄. Vo (ζ΄), ρ΄. Mo 12 VII β΄, ριγ΄. ζ΄, ρα΄. Vo (ζ΄), ρα΄. Μο. S γ΄, ιθ΄. D λη΄. Ath) [*](6 Seeck 104. 391 8 Maius cf. Ovid. fast. V 487 sq. 13 ef. ep. 735. Sievers 49 not. 34, Seeck 104. 391) [*](2 ἄλλ᾿ libri Wolf 8 τῶν ante δρόμων Wolf delevi | ὁ Vo| μετὰ τοῦτον V sed ἐπὶ τούτω suprascr m4 | τούτων Vo sed in τοῦτον corr m3 9 Ὑμέναιον Wolf 11 φόβων Μ 13 Κέλσω SDAth 16 αὐτοῖς libri Wolf | κομιεῖσ τοὺσ υἱοὺσ Ath 17 τοὺς S Ath 20 μαλακιῶν D 21 δὲ Wolf)

644
αὐτοὺς παιδεύσουσι λόγοις κρίνεσθαι καὶ μὴ ὅπλοις.

νῦν δ’ ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν.

ἀμφοτέροις οὖν ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν βέλτιον.

πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψό- μενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων δέ, οἶμαι, καρποῦσθαι καιρόν.

τούτων μὲν οὖν οὐκ ἀμελή- σεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου· πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε, τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης.

ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν ταραττέτω τὸν νέον.

[*](2 cf. ad t. II 359,22 4 cf. ep. 631. Seeck 43)[*](1 αὐτοῖς Ath | παιδεύσουσιν Va παιδεύουσι Ath 2 δὴ Wolf| ἐκκροτοῦσιν Va 3 ἐνηνοχυίας Ath sed γρ ἐνηνοχότας in marg m2 | τραμμάτων Ath 4 τιτινὸς Va τι τινὸς Vo 5 τὰ inserui e Μο Ath om VVaVoSD Wolf | παιδευομένων D κομιζομἐ- νων coni Re 7 ἄλλον scripsi e VVaVoSD Ath ut coni Re ἄλλοις Μο Wolf sed corr Add 863 | τῷ scripsi τὸ VVaVoMo SAth Wolf τοῦ D 8 μικροῦ D 9 δὲ Μο | κωλῦσαι VVa fortasse recte at cf. ad p. 400, 11 10 ἐπιδεῖξαι Μο | δέ om Μο sed τοίνυν inser m2 | μὲν om D | προληψόμενος D 11 λόγων scripsi e Va ut coni Re λόγον VVoSD Ath Wolf λόγους Μο sed οὑς corr m2 13 καιρόν om SD | τοῦτον Va | οὖν om D)[*](14 δευτέρου] βαρυτάτου Ath num δευτέρου <βαρττάτιτ>? 15 ἀναπνεύσαι Va | βιάζεται Ath | τῷ V sed ῷ corr m5 16 τηλικαῦτα D 17 εἰς D 19 πραττέτω Ath)
645