Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
καὶ τῶν ἱερείων ἐμνήσθη τοῦ τι ἀργυροῦ συὸς καὶ τῆς ἐλάφου πομπῆς τε διηγήσατο κόσμον πλῆθός τε δαι- τυμόνων καὶ πλῆθος ἡμερῶν ἐν πότω καὶ τὸ κάλλιστον· προσθεῖναι γὰρ ἔφησε τὴν ἀπὸ τῶν λόγων τὸν καλὸν Δημή- τριον ἑστίασιν, ὥστε με σκιρτήμασιν ἔχεσθαι καὶ συνήδεσθαί σοι τῆς περὶ τὴν Ἄρτεμιν θεραπείας. ἀλλὰ σύ γε παισί τι παραδοίης τὴν ἱερωσύνην τῆς τε τῶν θυσιῶν ἐπανόδου γῆ τε καὶ θάλαττα πάντα ἀπολαύοι τὸν χρόνον.
ψια.
[*](W 623)Πολυχρονίῳ. (362)
Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίζεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἴν’ ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ’ ἡμεῖς μὲν προσκείμεθα τοῖς εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε.
ἢν οὔ· ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.
[*](11 VII β΄, ρθ΄. Va ζ΄, ϥζ΄. Vo ζ΄), ϥζ΄. Mo. S ε΄, νθ΄. R ιη΄. Ath)[*](12 Seeck 241. 391 17 Od. μ 97 19 Dem. Theocr. § 13 p. 1332, 13)[*](1 σὺ μὲν Μο | ἐνότῷ Va 4 τῆς] τοῦ Ath 6 πότῳ scripsi e VaVoMo Ath ut coni Re τόπω V Wolf 6 τῶν καλῶν Va Μο 8 γε scripsi e V τε VaVoAth Wolf om Μο | τε del Vo3 9 τῶν om Μο | θυσιῶν scripsi ex Ath θεῶν Vo sed inser m3, Wolf om VVaMo 12 τῶ αὐτῶ (i. e. Ἡσυχίῳ) SR)[*](13 ἐρωτῶντες om VVaVo sed in hoc post ἀπειρήκαμεν inser m4 14 ποτὲ VaVo | ἀφίξεσθαι VaVo sed in hoc αἰ in ε corr m3, Μο 15 φασί R | εἶθ᾿ scripsi e SR εἴθ᾿ VVaVoMo Ath Wolf | μὲν inserui ex Ath om VVaVoMoSR Wolf 16 εἰσιοῦ- σιν Va 17 ἡμεῖς V 18 ἢν Va εἰ Μο 19 λάβοιμεν VVa VoMoAth)ψιβ΄.
Βακχίῳ. (362)
Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς πὰρ ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμέ- νων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα.
μάλιστα δὲ αὐτὸν εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν. Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει δι’ ἐμοῦ καὶ πρὸς τὸ τὸν νεὼν ὁμοῦν πάλαι μὲν πᾶσι κηρύξας κομί- ζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.
ψιγ.
Λεοντίῳ. (362)
Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ’ ὑμῶν καὶ βουλό- μενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας [*](1 VII β΄, ρι΄. Va ζ΄, ϥη΄. Vo ζ΄), ϥη΄. Μο. Ath β΄, ρια΄. Va ζ΄, ϥθ΄. Vo ζ΄), ϥθ΄) [*](2 cf. ep. 710. Sievers 111 not. 44. Seeck 93. 391 3 Iulianus II 5 cf. ep. 710 p. 641, 2 10 Con. narr. 34 15 Seeck 195. 391 16 Seeck 212) [*](4 οὐδὲν scripsi e ΜοAth ut coni Re οὐδὲ VVaVo Wolf 7 ἔφησεν Va | εἷς post πεπραγμένων Ath 8 μεμνήσεσθαι scripsi μεμνῆσθαι libri Wolf 10 διομήδους V sed ους corr m4, Mo | ἐπεγείρει scripsi ἐπήγειρε V sed ἡ corr m4, Mo Ath ἐπέ- γειρε VaVo Wolf 11 καὶ inserui ex Ath om VVaVoMo Wolf | πρὸς om Ath 12 αὐτῶν VVaVoMo Wolf | ἠδικημένων τῶν τόπων Ath 15 λεον V)
οὔκουν ἐπ’ ἀμείνω σε παπακαλεῖν ἔχοιμ᾿ ἄν, ἀλλ’, ἂν μείνῃς ὅμοιος, ἀρκέσει δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.