Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμά- κων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ.

ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασι- λέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη. [*](11 VII β΄, ρ΄. Va ζ΄, πη΄. Vo (ζ΄), πη΄. Μο) [*](7 sq. cf. ad ep. 52 p. 52,11 et ep. 37 p. 35,15, Salzmann 86. 35 12 cf. ep. 698. 733. Sievers 289, 2. Seeck 222. 390) [*](1 αὐτῆς libri Wolf 2 ὁμοίως inserui ex Ath om VVaVo Μο Wolf 3 ἀγνοῶ Μο 6 βοηθῶν Ath | οἳ Μο 6 ἀσθέ- νειαν καταφεύγουσιν V 7 ἑρμίωνος VVaVoAth 9 ποιοί scripsi e Va ποιῇ VVoAth Wolf ποιοίη Μο | ἐπὶ τὰ V sed ι in εἰ corr m5, VaVo sed in hoc in ἔπειτα corr m3 ἐπεὶ τὰ Ath | μικρὰ μὶν δεομένους ὠφελῶ Re | μὲν inser Ath | δ’ Vo Wolf 10 βούλεσθε V sed ε(2) ex αι corr m4 18 καλοῖ scripsi e Va καλῇ V sed οἱ suprascr m4, Vo Wolf καλοι Μο)

637

τῇ μέντοι Δημοσθένους ἐτῳδῇ μὴ παύση τὴν ψυχὴν ἐώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.

ψγ΄.

[*](W 615)

Κέλσῳ. (362)

Οἶσθά που τουτονὶ τὸν νεανίσκον· οὐ γὰρ ἠγνόεις τοὺς παρ’ ἡμῖν ἐπιδεδωκότας εἰς λόγους. ἴδει μὲν οὖν αὐτὸν ἐπὶ βελτίοσιν εἰς Κιλικίαν ἐλθεῖν, νῦν δ’ ἥκει πενθήσων τὴν ἀδελφὴν καὶ δάκρυσι τιμήσων τὸ πάθος.

ἱν οὖν μήτ’ ἀπέλθῃ παρ’ ὑμῶν πρὶν ἐντυχεῖν σοι μήτε ζητῇ, δι’ ὅτου ἵν σοι συγγένοιτο δέδωκα τὴν ἐπιστολήν.

σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον, ὅταν ἐθέλῃ, πέμπειν, ἀλλὰ πέμπε. κἂν ἐθέλῃ μένειν.