Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐχ ἄνευθε θεοῦ Ὅμηρος οὐδὲ σὺ ταῦτα ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλ’ ἀκριβῶς αὐτὸς συνεφήπτετο τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ.
σοὶ δὲ πῶς οὐκ ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀν- [*](9 VII β΄, ϥγ΄. Va ζ΄, πά. Vo (ζ΄), πα΄. Mo. S γ΄, ιη΄. Vi [σοζ΄]. Ath) [*](7 cf. ep. 716. Seeck 159 8 cf. ep. 196 p. 181, 3 et ep. 665 p. 607, 11 10 cf. ep. 1342, Sievers 31 not. 144. Seeck 44. 389) [*](11 II ε 185 16 Philostr. iun. im. 13 t. II 415, 1 Kays.) [*](1 ἤγαγεν Va 2 θαρρούντων W | οἵ ViVind | δ’ MoSVi WVindAth 4 διαπολλῶν W 5 πέμψαι om Vi | τἀκεῖθεν Vind sed ' supra α eras 6 τε Ath | ταύτῃ reposui e libris cum Dorvillio (Wolf Add 863) ταῦτά Wolf 7 φορτουνατιανὸν γρ πωγων Va φουρτανιτιανὸν Ath φοντοννυατιανὸ. Vi 8 κείρων S πώγων VVi cf. II. II 11 ἄνευθεν VaSVi ἄνωθεν Mo 12 ἀσκληπίου VaVoAth Wolf | σοι post συνεφήπτετό Vi 18 τί VVi τὶ VaVoAth ras 2 litt Μο 14 μέλπειν Vi | ὅπου Mo | ἐθέλῃ scripsi e ViAth ἐθέλοι VVaVoMoSWolf αὐτοῦ libri Wolf 16 ἀνθρήνιον Ath sed ἀκροθήνιον suprascr m2, in ἀκροθίνιον corr Μο ἀρθρήνιον Vo)
ἀλλὰ μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος γνώμη δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δ’ αὖ μείζων ὁ ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος· ἥκει γὰρ μετὰ τοῦ καιροῦ.
καί μοι δοκεῖς ἀμείνων νῦν πεφηνέναι ῥήτωρ ἡ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ, οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ ουμβάν· ὃ καὶ περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα · χαρι- έστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν, ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο.
ἀλλὰ καὶ τὴν ἐπι- στολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων, ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν εἰδὼς ἃ ἐδίδου
τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων [*](1 ll. γ 392 | cf. ep. 1342 7 Lamprid. Alex. Sev. 43 8 lulianus avunculus principis. cf. ep. 712. Seeck 190 16 cf. ep. 795 21 Seeck 43) [*](1 κάλλεΐ scripsi V κάλλει VaVoMo SVi Ath Wolf 4 ἐναν- τίων ὅ 5 ἠδικημένους V 6 οἰκέτας Μο 8 τέχνη scripsi e V sed e γνώμη corr m4, VaMo τῆ τέχνη Ath γνώμη VoSVi Wolf | δ’ scripsi τ’ libri Wolf | μεῖζον Va 10 ἁπλοῦς Ath 11 γέγονεν Va 12 νυνὶ S 13 ἀποβαλὼν VS et corr Μο 14 περὶ Mo Ath 18 εἰς om Ath | ἐτέμνετο S 19 ὅθεν ante ἀδελφὴν Ath | ἄλλην Vi 20 ἔπαθεν Μο) [*](7 ὅ γε βελτίων Ἀδριανοῦ] ὁ κατάρατος Ἰουλιανὸς suprascr rubr S)
γράφε τοίνυν ὑπὲρ τοῦ θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει κεφαλῆς.
χϥς'.
[*](W 608)Κέλσῳ. (362)
Εὖθύς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἴνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον, ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.
δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν ἐκπηδᾶν.