Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγι- γόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτ’ ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα.
ἔπραττον δ’ ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, — οὐδὲν γὰρ εἴ φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν ἀγαθόν — ἀλλ’ εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ [*](4 VII β΄, ϥβ΄. Va ζ΄, π΄. Vo (ζ΄), Μο. S γ΄, ιζ΄. Vi [σος΄]. W ρι΄. Vind ρλδ΄. Ath) [*](5 Sievers 89 not 89. Seeck 208 X. 389 10 Plat. Phaed. p. 67 D cf. t. IV 281, 12 et ad t. V 15, 7) [*](6 Ἅ om Ath sed ἅπερ in marg m2 | ἂν] μὲν Vi | κατὰ σω- κράτη. om W 7 ἀπέκειτο W 8 καὶ ante περὶ Μο et inser V4 | τὸν om Vo inser Va2 Ath 9 ἔπραττον δ’ ἂν ταῦτά τε scripsi e V sed δ’ ἂν in ras et τε inser m4, Va sed τε om et ἔπραττον δ’ ἂν τὰ suppl m5, MoAth ἔπραττον δὲ ταῦτά τε Vo Vind sed δὲ inser Vo5Vind2 ἔπραττον ταῦτά τε SW ἔπραττον τε ταῦτα Vi Wolf πράττων τε ταῦτα Re 9 sq. τῶν ἐναντίων Ath 10 ταῖς αἰτίαις del Va | δεδωκὼς Ath sed οἱ supza ω m2 12 ὅτι om W | πάμμεγα 628,1 φιλοσοφῶν citat Macarius Chry- socephalus Ros. fol. 95 12 τοῖς ante ἀνθρώποις WVind Macar Wolf delevi | ἀνθρώποις in marg Mo2) [*](5 Οὑτός ἐστι (ἐστὶν ὁ R) Μάξιμος ὁ Τύριος ἐκ τυροῦ W) φιλόσοφος (om W), ὃς καὶ ΄ R) τὸν καταρατότατον (ἐξώλη W) καὶ θεοστυγῆ Ἰουλιανὸν λέγεται τελέσαι (ἐτέλεσε W) τοῖς (τὰ W) τῆς Ἑλληνικῆς φλυαρίας καὶ λύττης W rubr. R ρκζ΄)
διὰ δὴ ταῦτα μισῶ μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν, τουτὶ γὰρ ἡ παρ’ ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος ἐκείναις ταῖς φροντίσιν, ἀλλ’ ἠμειβόμην.
οἶμαι δὲ καὶ πάν- τας ὀφείλειν σοι χάριν κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας βασιλέα πάντα ἄκρον ὥσθ’ οἱ πρὶν τοὺς τεθνεῶτας μακαρί- ζοντες νῦν βούλοιντ’ ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας.
ᾧ δοκεῖς μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλ’ ἐφ’ ἑκάστῳ χαίρεις μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρ’ ἡμᾶς καὶ ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμου- μένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ
ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην τὴν συζυγίαν ἐκείνη; ἀλλ’ ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν· ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος, ὁ καλὸς Πυθόδωρος.
τὴν γάρ τοι περὶ τοὺς θεοὺς θερα- [*](3 Plat. apol. p. 18 B. Isocr. or. XI arg. Markowski de Lib. Socr. def. p. 168sq. 10 Salzmann 30 21 Seeck 389) [*](1 τοῦτο VaVoViAth | τοῦ om VaVoViAth | τοὺς om VMo| ἀναμεμίχθαι ? at cf. ad ep. 1036 et t. V 358, 16 6 ἐν ante ἐκεί- ναις W Wolf delevi | φορτίσιν W 10 τοῦ ante ἀργανθωνίου W | Ἀργανθωνίου reposui e libris Ἀργανθώνειον Wolf 11 συν εὐχόμενοι Vo sed εὑ ex ἑ corr m3 12 σὺ V sed e νῦν corr m4, Μο | παρῆν Ath | νῦν V sed e σὺ corr m4, Mo 13 πρατ- τομἐνων scripsi e VVaVoMoS sed in hoc γρ πεπραγμένων suprascr, ViAth πεπραγμένων WVind Wolf | χαίρεις scripsi e VVaVoMoSViVindAth ut coni Re χαίρων W Wolf 16 ἐνθυμουμένην scripsi e VVaVo Mo S ViVind ἐνθυμουμένους W ἐνθυμουμένην Ath Wolf 16 φοῖνιξ VViVind | ἀχιλλεῖ ἑπόμενος Ath 17 ἶσον Vo | εἰς W 19 κατασχολήν SW | δφί- κεσθε W | ποθοῦσι Vind)
ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον δὲ ἔδοξε πέμψαι δι’ ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν, ὅπως σε ταύτῃ γε μιμοίμην.
οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φι- λοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως οὐ οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.