Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ’ ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνον- τος οὐχ ἧττον.

οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.

ποιήσει δὲ αὐτὸν τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολί- ταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ ’κείνου χρῄζειν. ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν ἔχειν εἰς παιδὸς δύναμιν.

αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρω- πον, ἀλλ’ ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πει- ρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πε- ποιῆσθαι.

νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις, ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις [*](1 orac. apud Her. Ι 66, 1. cf. ep. 705 et 814. Salzmann 35 5 Hyperechio) [*](1 κατὰ Vo κἂν Ath | αἰτηθῇς Ath 2 οὔπο(??) Ath | ὤν repo- sui e libris ἄν Wolf sed corr Add 862 5 ἴστιν Va 7 σὲ scripsi εἰς e VaVoMoSAth ut coni Re σοὶ V Wolf | χαίροις γο χαίρεις V χαίρεις S | ποιήσει scripsi e Μο ποιήσεις VVaVoSAth Wolf „ποιῶν inser. post τε aut leg. ποιήεσι“ Re 8 γε Ath 9 γονεῦσιν Vo Wolf | ἂν om S | αὐτὸν Ath sed ex αὐτῶν corr 10 βοη- θεῖν δύνασθαι Μο | κείνου VaAth Wolf | χρήζειν VoSAth | 11 δὲ inserui ex Ath om reliqui libri Wolf | ἔν τι] ὄντως VS 14 αὐτούς Ath | ἀλλήλους Va Vo 16 βλέψαντα scripsi e VVa VoSAth βλἐψοντα Μο Wolf 17 ἦν—18 εἴησαν praemissis ver- bis καὶ μὴν ὁ Μάνιος· citat lex. Darmstad. fol. 114r in marg (ad τὸ τρίτον οὐκ εἴησαν, ἀλλ᾿ εἷεν) m2 (ed. Sturz Etym. Gud.p. 631, 52) 18 ἦσαν Μο | ἐκάθου scripsi e Va sed θο del, VoSAth ἐκάθησο VMo ἐκάθῃ Wolf sed corr Add 862, Seeck 37 not. 2)

601
Ὑπερέχιον εἶδες σὺν κόσμῳ τοὺς ἐπαίνους πληροῦντα.

ἐκεί- νων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν, οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.