Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ὰλη- θείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν, ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς. [*](4 VII β΄, νε΄. Va ζ΄, μγ΄. Vo (ζ΄), μγ΄. Μο 15 VII β΄, νς΄. Va ζ΄, μδ΄. Vo (ζ΄), μδ΄. Μο. S γ΄, ις΄. Ath) [*](5 cf. ep. 658. Seeck 38, 386 10 cf. ep. 644 13 Seeck 135) [*](14 cf. ep. 658 16 cf. ep. 657, Sievere 267, 3. Seeck 38. 386) [*](3 ἑαυτον δὲ Ath 6 ἔρα V | ἀπετυγχάνομεν Va sed πετυγχά del 7 οὐδενὸς ἄξιοι del Va 8 signum interrogationis posui colon V comma Va Vo Mo Wolf | ἢ inserui auctore Re om libri Wolf | μὲν γὰρ V sed in ras m5 9 signum interrogationis osui punctum libri Wolf 10 ἠνωχλοῦμεν scripsi ἐνοχλοῦμεν bri Wolf 11 τὴν ἄλλως Va τηνάλως VVoMo Wolf 14 ἢ ὅτι ὄντως scripsi εἴ τε ὄντι V εἴ τε οὔτε Va Mo εἴ τε οὔτι Vo Wolf εἴτε οὔτοι Re 16 Ἀκακίῳ S Ath)

600

δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ’ ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνον- τος οὐχ ἧττον.

οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.