Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἱ τὰ μὲν παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ πὰρ ἐκείνων ὥστε σοὶ φέρειν οὐδ’ ἂν ἀναγκαζόμενοι λάβοιεν.
ἴγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστεί- λας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι.
τοιαῦτα ἐκείνου λἐ- [*](11 VII β΄, μη΄. Va ζ΄, λς΄. Vo (ζ΄), λς΄. Μο. S δ΄, ξ΄. Vi [ρπζ΄]. W ριβ΄. Vind ρλη΄. Ath) [*](1 Seeck 47 V 12 cf. ep. 661. Seeck 159 Ι. 386) [*](2 ἀλλήλους VaVo Sed in ἄλλους corr Va5Vo5 | τῷ ante πρὸς(2) Vo sed del m5, Wolf delevi ᾧ πρὸς ἄλλους, τῷ αὐτῷ (vel τού.τῳ). καὶ πρὸς Re | προσφέρεται Ath sed προσ del 8 γοῦν scripsi e V Mo sod in hoc γ e τ corr, Ath ut coni Re τ οὖν VaVo Wolf 6 δύ’ scripsi e VaAth coll ep. 756 δύο VVo Wolf | τό et τὸ Ath 12 Φορτουνατιανῷ Va φουρτουνιανῷ S φουρτοννατιστῶ Vi φουρτουνα(??) Ath 13 ἐξημισείας Vind) [*](14 χερὶ Vind | ἴσασι Vi | δεῖ] δὲ Vi ἂν om VVaVoAth 17 μέλλειν ἴφησεν reposui e libris μέλλων ἔφασεν Wolf μέλλειν ἔφασκεν α vel μέλλων ἀπαίρειν ἐπανήξειν ἴφασκεν Re | μηδὲν W Vind Wolf 18 κακὸς om Vi 19 ἀργὸν ἐθελῆσαι W sed γον έυεκ in ras m2 | ἀνιάσαι Vi)
θαυμάζω δὲ εἰ τὸ τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ ἐννοῶν ὅτι τοῦτ’ αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν, ἀλλ’ ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν.
ὥσπερ οὖν ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος Μὁε σοὶ δ’, εἰ μὲν ἀνθ’ ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυ- τὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευ- rέρα τῶν φίλων, ἴργῳ δεῖξον.