Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Μανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀπο- δοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐ- τὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαι- οῦντος τοὺς νόμους.
βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλ- λιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται.
τούτους καὶ παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων ἐπιθυμεῖ — τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ σοί — μάλιστ’ ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοη- θῶν.
δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν.
[*](4 VII β΄. μ΄. Va ζ΄, κα΄. ζ΄), κα΄. Μο. Ath)[*](5 Seeck 307 385 11 cf. ep. 659. 664. Seeck 275 V)[*](2 ἐμοὶ Va 3 sequitur ep. 637 in V, 636 in Ath 8 καταφρο- νήση Va eed tjVtj suppl m5, Mo 9 Φαυστιλλιανός scripsi ex Ath coll ep. 628 φαυστιλιανός VVaVo Wolf φαυλιστιανὸς Μο 11 σε- βήρου V sed β in ras corr m3, MoAth 12 οἶσθα V sed in εἶ vel εἶδες corr m2 | πειρωμένου Ath 13 σεβῆρον Μο σεβήρου Ath 14 τούτους δὲ παρόντας καὶ ἀπόντας Ath sed ον supra οὑς, α supra ας bis 15 ἀπόντας καὶ παρόντας Μο 16 πιστεύω εἶναι Μο 17 εἰ ante τυγχάνοι (τυγχάνοις Ath) VaAth | τοῖς ἀγαθοῖς scripsi e VVaMoAth τῷ ἀγαθῷ Vo Wolf „aut leg. τοῖς ἀγαθοῖς aut τῷ τοῖς ἀγαθοῖς βοηθεῖν“ Re 19 πράττεται reposui e libris cum Re πράττονται Wolf 20 sequitur ep. 642 in V)