Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν.
ἀλλ’ ἐκεῖνα μὲν τικτέτω παρ’ ὑμῖν, πάν- τως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἴστω Παλ- λαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκ- γράψῃ.
[*](11 VII β΄, ις΄. Va ζ΄, ε΄. Vo (ζ΄), ε΄. Μο)[*](12 Seeck 117. 383 16 Od. η 116. 1 689 18 cf. ep. 615)[*](2 υἱέος scripsi e VaVo Μο υἱέως V D Ath Wolf υἱέων S Vi 3 τῶν om Vi 4 τὴν τάξιν om Vi 6 ἐλλάμπειν S | μοι om D 7 καὶ om S ViAih | ποιοῦσα Va sed πο snppl m5 8 δὲ Vi | δύναμιν ἡγούμενος ἐμαυτοῦ Μο 9 σε om 5 S Vi Ath 16 ἐθέλει Μο 18 τοῦ ante τοῖν V | ᾐσθημένος Μο)χκ΄.
Εὐφημίῳ. (361)
Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θα- λασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφ’ ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ.