Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Σὺ μὲν ἐπ’ ἐλέγχῳ τὴν ἐπιστολὴν ἔπεμψας, ὡς ἄρα μείζω σοι τῶν ὄντων ἔδωκα πρῶτον Ἑλλήνων εἰπών· ἡ δὲ λαμπρὰν ἧκε φέρουσα μαρτυρίαν, ὡς οὐκ ἄλλο τι χρῆν ἢ τοῦθ’ ὅπερ εἶπον εἰπεῖν.

εἰ γὰρ δὴ πάνυ πολὺν ἐσκόπει χρόνον ὁ καλὸς Δημήτριος, πῶς ἂν αὑτὸν δείξειεν Ἑλλήνων κεφάλαιον, οὐκ ἂν ἄμεινον ἐξεῦρεν ἢ τοιαῦτα γράφων· οὕτω τά τε ἐνθυμήματα πυκνὰ καὶ λέξις ἣν ἐπιστολὴ ποθεῖ, καὶ οὐκ ἔστιν ὅπου τὸ κάλλος οὐκ ἔστιν· ὥστε νῦν πλέον ἢ πρό- τερον ὡς εἴης ἄκρος λέγω, κἂν πάλιν ἐπιχειρῇς ἐλέγχειν, εὖ ἴσθι, συναγορεύσεις πάλιν.

ὁ δὲ φοιτητὴς καὶ ὁ συνου- σιαστής, ταυτὶ γὰρ σαυτὸν ὀνομάζεις τῷ τοῖς ἐμοῖς λόγοις, χαρίεντα μέν, κατηγορήματα δὲ τοῦ μὴ καὶ ἡμᾶς ἐν ἴσῃ τάξει ποιοῦντος ἀπὸ τοῦ μεταδοῦναι λόγων.

ἵν’ οὖν πρὸς τῷ δεινὸς εἰπεῖν εἴης καὶ δίκαιος, πέμπε τῶν σαυτοῦ καὶ ποίει καὶ ἐμὲ σὸν φοιτητὴν.

[*](1 VI γ', σϥγ' (= αρκ). Va ς', ριβ'. Vo ς', ριβ'. S δ', νζ'. Vi [ρξγ΄]. D σιδ΄)[*](2 Seeck 117. 337)[*](3 ἐλέγχων Vi 4 σοι μείζω VD 6 ἥκει V Wolf | φέρουσαν D | οὐκ scripei e V sed κ ex δ’ corr m4, ViD οὐδ᾿ VaVoS Wolf 6 πολλὴν Vi 7 αὐτὸν VaViD 8 οὕ πω V 9 <ἡ> λέξις Re | ἦν Va 12 συναγορεύσεις VVo sed εις ex ω corr V4 Vo5 συναγορεύσω VaVi συναγορεύσων Re | ὁ(2) om Vi | ὁ καὶ V sed καὶ ὁ suprascr m4 13 τῷ scripsi e V sed e τὸ corr m4, SD ut coni Re τὸ VaVo Wolf 16 μεταδιδόναι V sed διδό e δοῦ corr m4, D 16 τὸ VaD | εἰπεῖν εἴης Va sed εῖν εἴ del | τῶν V sed e τὸν corr m4 17 καὶ(2) del Va | κἀμὲ SViD)
564