Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ταύτην τὴν ἐπιστολὴν οὐκ αὐτὸς ἐδεήθην Ἰαμβλίχου κομίζειν ὑμῖν, ἀλλ’ αὐτὸς ἐδεήθη μου πέμπειν ὑμῖν. ὡς γὰρ ἀπαίρειν μέλλων κελεύσας ἐπιστεῖλαι τοῖς φίλοις εἶχε πειθό- μενον.

τῶν μὲν <οὖν> ἄλλων οὐδενὸς ὀνομαστὶ πρὸς ἐμνήσθη, τὸν Ὀλύμπιον δὲ καὶ τὸν ἀδελφὸν εἰπὼν τοὺς φιλο- μούσους, εἰ τούτοις ἔφη φέροιμι γράμματα, πάντα ἕξει μοι καλῶς.

τρεῖς οὖν εἶχον ἡδονὴν ἀφορμάς, τὸ ὑμᾶς ἐν τούτῳ δόξης εἶναι τό τε ἐμοὶ φίλους μὲν ὑμᾶς εἶναι τοὺς ἀγαθούς, συγγενῆ δὲ τοῦτον καὶ φίλον τὸν οὐκ ἀγνοοῦντα τοὺς ἀγαθούς.