Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐφ᾿ οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δο- κιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἱστᾶι κύριον παρὰ τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφο- τέρων ἰσχυρὸν ἔσται τοῦθ’ ὅ τι ἂν ἡγῇ συμφέρειν.

Καλύ- κιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δ’ οὐκ ἴσχε ποιῆσαι. τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δ’ ἡμετέρων οὐκ ἔπεμψε [*](1 VI γ', σνη'. Va ς' [οδ']. Vo ς', οδ' γ', σνθ'. Va ς', οε'. Vo ς', οε΄) [*](2 cf. ep. 667. Seeck 161. 886 13 cf. epp. 570—577. Sievers 75 not. 29. Seeck 176. 335 14 Seeck 184 17 cf. ep. 448. 480 19 Seeck 103) [*](6 δὲ VaVo Wolf 7 συμμάχῳ χρηστέον VaVo Wolf 9 σὸν V sed ου ex οι corr m3 15 εὑρὼν scripsi e V sed ex ὀρῶν corr m4 ὁρῶν VaVo Wolf 16 ότι libri Wolf 18 αὐτὸν libri Wolf 20 ἐκέλενες scripsi κελεύεις libri sed in ἐκέλευεις corr V3, in ἐκέλευες V4, Wolf 21 μὲν inserui e VVa om Vo Wolf)

536
λόγων, ὡς μὲν αὐτὸς ἔφη, τοῦ γράψοντος ἀπορῶν, ὡς δὲ ἐγὼ νομίζω, δείσας μὴ τί <σοι> τῶν οὐχ ἡδέως ἡμῖν εἰς χεῖρας ἔλθοι.