Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπέμψαμεν τοὺς οἰκέτας ὡς ὑμᾶς ὠνησομένους ξύλα. δεῖ δὲ αὐτοῖς ἐν γῇ ξένῃ βοηθὸν γενέσθαι τινὰ τῶν αὐτόθι δυνατῶν, ὅπως εἰδῶσιν οἱ πωλοῦντες ὡς, ἢν ἀδικῶσιν, ὁ κωλύσων ἔσται.

σοὶ δὴ καὶ δύναμις δικαία καὶ φιλία πρὸς ἡμᾶς. καὶ ὡς ἐμνήσθην ὅτι Γαΐῳ χρηστέον συμμάχῳ, ἥσθη τε ὁ παῖς καὶ ἐβόησεν ὡς ὃν ἐχρῆν εὗρον. ἐφαίνετο οὖν καὶ πάλαι σου τετυχηκέναι, καὶ ὡς ἠρόμην ὡμολόγησεν. εἰ οὖν ἀπαράκλητος πρότερον ὠφέλεις, τί νῦν ἐπὶ τοῖς γράμμασιν οὐ δράσεις;