Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν. ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ’ ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη.

καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φὴς εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω [*](12 VI γ', σνς'. Va ς', οα'. Vo ς', οα') [*](8 Pelagium? cf. ep. 662. 663. Seeck 836 13 Sievers 248,2. Seeck 159. 336 16 Congtantinopoli 21 Plat. Alc. 11 p. 146 C) [*](1 post φέρειν 9 litt del deinde μὴ δενὶ τῶν ἄλλων· μό- νω γε φέρειν τοῦ Va | δὲ τῷ παιδὶ μὲ del Va 6 κείνου Va Wolf | δὲ inserui, ut inser V4 om VaVo Wolf 10 διδά- ξαις scripsi διδάξῃς libri Wolf 11 δέοι scripsi e Va δέη VVo Wolf 18 Κρήσκεντι V cf Seeck 92 not. 1 14 παιδιὰ V sed supra α eras et ι in ras m5 (e παιδὶ ἃ?) 15 ὧν] ὡς V καὶ VaVo corr Wolf 18 τι(1)] τε Re 19 φῆς V φὴς Va Vo Wolf 31 λυσιτελοῦντος V)

533
τῶν λόγων, οὓς εἰρῆσθαί μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆ- σθαι.

τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.