Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος, ἐπειδήπερ ἀπῆλθες ὀξέως.

ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιη- σάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπήνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν.

ἥσθην δὲ ὅτι παῖς ἐν μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.

[*](W 463)

φμθ΄.

Ἀνατολίῳ (356/57)

Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν ἀληθὲς ὡς οὐκ ἔσθ’ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ’ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς. [*](1 VI γ', σμα'. Va ς', νδ'. Vo ς', νδ' 12 VI γ΄, σμβ΄. Va ς', νέ. Vo ς', νε΄) [*](2 Seeck 135. 333 10 Plat. soph, p. 231 E; Phil. p. 41 B 11 cf. ep. 300 13 Seeck 62 sq. 334 14 Eur. Alc. 1161. Med. 1417. Hel. 1690. Androm. 1286. Bacch. 1390) [*](7 καὶ(1) inser V5 8 τὸ VVo sed ὁ in ῶ corr V5Vo | καὶ post σε V sed eras 9 ἐδόκει σὸν scripsi auctore Re δοκεῖ σοι libri Wolf 15 ἀληθὲς ὡς scripsi e V ἀληθὲς Va ἄηθες Vo Wolf qui ἀηδὲς coni 16 τὰσ αὐτοῦ Va 17 καὶ μέγα — 513, 5 ἐπέρχεται iterum in ep. 652 post ἐθέμην (p. 615, 10) paucis mutatis (17 βοῶσι ἄνθρωποι; 513, 2 ἐν προοιμίοις om; 3 χρῶνται — 4 διηγοῦνται om) praebet S (et Laur. LVII 47) 18 ἐπιστήσαντα Bcripai cum Re ἐπιστατήσαντα libri Wolf 19 σοὶ τοῦ V sed ὶ in ras et ου ex ων corr m4 | τὴν ante ἐπίδειξιν Wolf delevi)

513

χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλ’ ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται.

τῶν δὲ ἡδομένων μάλιστα ὦν αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ’ εἷς ἦν τῶν λεγόντων῾ ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιῶ ματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.

τὸ δ’ ὂν πρό- τερόν τί σε τιμᾶν ἐν ταῖς ἐξουσίαις ταπεινόν, ὥστ’ ἐγὼ δέ- δοικα μὴ καὶ τὸ γράμματά σοι παρ’ ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δ’ ὡς ἀληθῶς φοβοῦμαι.

τὸν δὲ πάντα ἄριστον Σαραπόδωρον ἔχων ἐπαινεῖν πανταχόθεν σιω- πῶ, μὴ τοῦτο τῷ πρώτῳ τῶν Αἰγυπτίων ἐλάττωμα γένηται.

φν΄.

[*](W 464)

Ἀρισταινέτῳ. (357)

Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθ’ ἡμῶν. τούτων δὴ τῶν μεθ’ ἡμῶν ἐν πρώτοις ἐστὶ Λη- τόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δ’ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμ- βαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλα- [*](15 VI γ', σμγ'. Va ς', νς'. Vo ς', νς') [*](16 Sievers 76 not. 24. Seeck 86. 334 17 ep. 537 p. 505 11 18 Seeck 197 20 cf. ep. 552) [*](1 ὄντος V sed ο(2) ex ω ras corr | ἔτι σου in ras V5 8 γράμ- μασιν Va 9 ὣν Va 10 τί σε] τίσ ηἴδει V | ὥσ τ’ ex ὥστε corr V4 12 δ’] δὲ VaVo Wolf | δὲ inserui e V om VaVo Wolf) [*](13 σαραπόδωρον V sed ο(1) in ι corr m5 14 τοῦτο scripsi e V, ut coni Re τούτῳ VaVo Wolf 17 οἴκου post ἑνὸς inse- rendum coni Seeckius 87 not. 1 coll ep. 537 p. 505, 11 at cf. p. 480,12 πλὴν τοῦ Κοκκυλίωνος 18 λητώιος Va 19 οὔτε(1)] οὐδὲ VaVo 20 δὲ Wolf 21 ὑπὸ V sed ὑ ex ἀ corr m5)

514
βῆναι.

ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη 3, καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.

[*](W 466)

φνα΄.

Θεμιστίῳ. (356/57)

Εἶτ᾿ οὐκ οἴει με τοῦ παντὸς ἂν πρίασθαι τὸ σοῦ καθη- μένου δεῖξαι τὸν λόγον; ἀλλ’, οἶμαι, σέ τε κωλύειν οὐκ ἦν καλὸν ἐμοί τε λέγειν οὐκ ἦν πω δυνατόν.

τοῦ δὲ ὅπως κείσεται παρὰ σοὶ καὶ ταῦτα καὶ τῶν ἄλλων οὐκ ὀλίγα φρον- τιῶ. τοῖς τε γὰρ ἡμαρτημένοις οὐκ ἂν ἄλλος ἄμεινον βοηθοὶ τά τε μὴ κακῶς εἰρημένα δεξιώτερον ἐπαινέτην οὐκ ἂν λάβοι.

Λητόιον δὲ καὶ πρότερον ἔγνως, ἡνίκα παρ’ ὑμῖν μὲν ἦν ἐγώ, παρὰ δὲ τὸν βασιλέα δι’ ὑμῶν οὗτος ἐχώρει, καὶ δεῦρο ἥκων εὗρες ἐν δόξῃ. καὶ νῦν ἐντυχών, εἰ πάνυ ποιήσαιο φί- λον, οὐ φήσεις βεβουλεῦσθαι κακῶς. πρὸς γὰρ τῷ φιλεῖν εἰδέναι καὶ μένειν οἶδεν ἐν τῷ φιλεῖν, ὃ δὴ καὶ σὺ μάλιστα ποιεῖς τε καὶ τιμᾷς.

ἡμῖν δὲ ἀντὶ πολλῶν κατέστη λέγων, [*](6 Vi γ', σμδ'. Va ς', νζ'. Vo ς', νζ') [*](1 cf. ep. 552 | Phasganium. Seeck 328 7 Sievers 75 not. 23. Seeck 296. 334. Silomon 52 14 cf. ep. 662. Seeck 197 | cf. ep. 516 Seeck 294 15 cf. ep. 513, 515, Seeck 296) [*](1 αὐτὸς Bcripsi e V sed ος ex ην corr m5, ut coni Re αὐτὴν VaVo Wolf 4 δ’ Va Wolf 6 καὶ scripsi e V καὶ ος Va δίκαιος Vo Wolf 7 Θεμιστίῳ om Vo 12 ἄλλος V sed ος in ras m5 | βοηθῇ Vo Wolf 14 ὑμῖν μὲν ἦν reposui e V ut coni Re ὑμῖν μένειν VaVo ἡμῖν μένων Wolf ὑμῖν μένειν παρῃτη- σάμην μὶν coni Seeckius 834 not. 1 falso Letoii de Libanio apud imperatorem petitionem statuens 197 16 δι’ ὑμῶν scripsi ut coni Re δι’ ἡμῶν VaVo Wolf om V 18 καὶ(2) inserui e V om VaVo Wolf 19 ποιεῖς V sed ι(1) inser m5)

515
οὗ λέγειν ἔδει, πράττων, οὗ πράττειν ἴδει, διδούς, ἐν ᾧ χρῆν ἀναλώσαντα Μαὶ τὴν εὔνοιαν. ἔστω δὴ παρὰ σοὶ τίμιος καὶ φύσεως εἵνεκα καὶ τῶν πρὸς ἡμᾶς.