Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδ’ οἴου λαμβάνειν σοι μᾶλλον ἡ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ’ν τοῦτο ἄδικον ποίει. πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν [*](3 VI γ', σκγ'. Va ς', λδ'. Vo ς', λδ'. S δ', ν'. W ριή. Vind ρμδ΄) [*](4 Seeck 117. 832 5 Seeck 93 | Plat. conv. p. 204 D; p. 249 E 10 Bq. cf. t. VIII 400, 10 20 Seeck 55) [*](1 ἦν Vo sed ras supra | ἐπιμελῆ scripsi e VVa ἐπιμελήσῃ Vo Wolf | ἔχρηζεν Va ἔχρηζε Vo Wolf 6 μὲν inser V5 7 τὲ V sed ὲ in ras m5 τι VoSWVind 10 ἐπήιδων V ἐπεῖδον W sed ον in ras ex ω ut videtar et ει ex η corr m2 | θαυμά- ζων Vind sed ν add m2 | αὐτὴν scripsi e VVaVoS αὐτὸς W Vind Wolf 11 πᾶν V sed e corr m 5 12 ἐπεπαύμην scripsi e V ἐπαυόμην VaVoSWVind Wolf 13 ἠλγοῦμεν Vind sed λ inser m2 14 ὁ(2)] ὅ Vind 15 ἐκεῖνος Va sed ς suppl m5 17 οὐ scripsi e VVoS μὴ VaWVind Wolf 18 μὴ δ’ Vind 19 μὴ δὲ Vo Vind | τοῦτ’ WVind 20 τοὺς ante ἡμετέρους S)

499
λόγους, ἡμῖν δὲ ἐπαίνους τῶν σῶν λόγων ἀντὶ τῶν λόγων αὐτῶν;

ἀλλ’, ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.

φκθ΄.

[*](W 443)

Εὐφημίῳ. (356)

Ἐγὼ τὸν σὸν ἡγούμην συγγενῆ κακοῦ μὲν οὐδενός, ἀγα- θῶν δὲ πολλῶν αἴτιον ἔσεσθαί μοι ὁ δὲ ἀφ’ οὗ μάλιστα ἂν ἐβλάβην, τοῦτο διετέλεσε ποιῶν. οὔτε γὰρ μεθ’ ἡμῶν ὢν τὰ παρ’ ἡμῶν ἔπεμψέ σοι γράμματα πολλὰ λαβὼν ἅ τε ἐπέθηκα ἀπιόντι, ταῦτα οὐ φαίνῃ λαβών. εἰπάτω, τίνος τοσαύτην ἀπῄ- τησε δίκην· ὡς τό γε μὴ εἶναι τοῦτο δίκην οὐκ ἀρνήσεται.