Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἀλλ’ εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα ἔσται τὸ ἔργον, ἀλλ’ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.
[*](1 Vι γ΄, σζ΄. Va ϛ΄, ιθ΄. Vo ϛ΄, ιθ΄. S α΄, κα΄. Vi [qε΄])[*](2 Sievers 74 not. 20. Seeck 62. 331 3 cf. ep. 510. Seeck 281 2 Ἀρισταινέτῳ SVi 4 αὐτῷ et αὐτὸν libri Wolf | πάντα ἄγειν S sed ντα ἄγ del | ὅστις V sed ex ὅτις corr m4 5 ἐθέ- λει Vi | δύντος scripsi e V sed e δύναντος corr m4 δύναντος VaVoVi Wolf δύνοντος S | ἔτρεχεν V sed ν eras, VaVo Wolf | καὶ εἶχεν εὐθύς scripsi e VSVi εὐθὺς καὶ εἶχε VaVo Wolf 6 τοῦδε scripsi e VVaSVi τούτου Vo Wolf 9 μοι τοιαῦτα ἐργάζεσθαι δύναται S 10 ἁπάντων VaVo Wolf | δεινῶν V sed ῶν in ras m4 δεινὸν Va δεινὸς VoSVi | με om S 13 τί Vo 15 ἔχει SVi | γίγνεται VaVo Wolf 21 ἢ Vo | φωνὴ Vo)488
[*](W 427)
φιγ΄.
Ἀρισταινέτῳ. (356/57)
Οὔθ’ ὁ Λεόντιος ἔδωκε τὴν ἐπιστολήν, ἀλλ’ ἢ οὐ λα- βὼν ἔφησε λαβεῖν ἢ λαβὼν ἀπολώλεκε, Θεμίστιός τε φήσας φέρειν τῆς ὑστεραίας οὐ φέρειν ἔφη· γράψαντα γάρ σε οὐκ ἐπιθεῖναι. ταῦτα δὴ τί βούλεται, δίδαξον, ὡς ἐγὼ τῶν αἰνιγ- μάτων οὐχ ὁρῶ λύσιν.
Σπεκτάτος δὲ παρ’ ἡμῶν ἀνέστη μὶν βραδέως, εὖ δὲ τὰ τῇδε θεὶς ἀνέστη καὶ μιμησάμενος τοῦ Νικίου τοῦ ἡμετέρου προγόνου τὸν τρόπον. Βαβυλῶνα γὰρ ὁρᾶν, ὁρᾶν, εἰ καὶ μὴ πολέμῳ ληφθεῖσαν ἀλλ’ εἰρήνης γε ἀνεῳγμένην νόμῳ.