Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται , ἀλλ’ ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα ἐξέμηνεν, ἐκεῖνό ἐστι.

θαυμάζει τῆς σῆς γνώμης τὸ μέγε- θος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὔτως ἔχοι τὰ σά.

ὁ δὲ καὶ μάντις ἤδη γίνεται κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.