Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχο- λίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βε- βλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω, οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ’ ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγαν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.

εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς, γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού- τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα- λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.

ἀλλ’ ἐγὼ μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.

εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλή- [*](1 Vι γ΄, σε΄. Va ϛ΄, ιζ΄. Vo ϛ΄, ιζ΄. S γ΄, α΄. Vi [σξη΄]) [*](2 Sievers 67 not. 23. Seeck 157. 331. Silomon 53 18 Seeck 231 19 cf. ep. 435. 512) [*](4 γε scripsi τε libri Wolf 5 καἰ — θηρεύω praemisso Λιβάνιος citat excerpt. Darmstad. 2773 in marg fol 321v ad ληρῶμαι λέξιν καὶ θηρῶμαι δόξαν παθητικῶς γράφεται ed. Sturz, Etym. Gud. p. 647, 55 | θηρῶμαι Vi sed γρ θηρεύω in marg 7 φιλίας sed ς e ν corr m4 | ἐρῶντος Vi 8 κἀν scripsi κἂν libri Wolf | καταδύωμαι V sed ω ex o eorr m4 9 ὁ τοιοῦτος om S 11 δὴ Bcripsi e V δὲ VaVo Wolf τε S Vi | ἧς scripBi ᾖ libri Wolf | σὺ om V 13 πολλῆς Va sed ῆς ex οὑς corr m5 14 οὑπερ scripsi e V sed οὗ ex οἶσ corr m4 οἷσπερ VaVoSVi Wolf τὸν ἐν οἷσπερ Re | τεrαγ- μένος V 17 εὐχόμενος V sc | cx εὐχομαι corr m2 18 καλῷ inser V4 19 ἡμεῖς scripsi e VaVoSVi ὑμές V sed ras 1 — 2 litt ante υ Wolf Ι ὅπερ scripsi e VVi ὥσπερ VaVoS Wolf „mallem ὅπερ aut ὅσαπερ“ Re Ι ἀλλήλους scripsi e VVa sed ους ex ων corr V4Va5, SVi ἀλλήλλων Vo ἀλλήλων Wolf ἀλλήλους aut ἀλλήλων coni Re)

486
λους, ὥσθ’ ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτ’ ἀμφοῖν ἐστι.

γε- νέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντι- δοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ’ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.