Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν.
ἀλλ’, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος.
ἀλλ’ ἐπίστει- λόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι μεθ’ οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ παάυ- ματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.
φς΄.
[*](W 420)Ἀνδρονίκῳ. (356/57)
Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου, καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς [*](4 Vι γ΄, σ΄. Va ς΄, ιβ΄. Vo ς΄, ιβ΄ 15 Vι γ΄, σα΄. Va ς΄, ιγ΄. Vo ς΄, [ιγ΄]. D πβ΄) [*](5 Sievers 70 not. 48. Seeck 111. 330 12 Seeck 281 16 cf. ep. 515. Sievers 68 not. 32, Seeck 74. 830 17 Nebridii cf. Seeck 73) [*](3 scquitur ep. 544 in V 6 εὑρήσεις scripsi e V εὑρί- σεις Va sed σεις suppl m5 εὑρίσκεις Vo Wolf 8 μεθέστηκε, μὴ δ’ V sed ε, μὴ in ras et δ’ inser m4 | μὴ ἡμᾶς VaVo Wolf) [*](9 ἂν post συνήσθημεν inser V4 Ι συνευξάμεθα Vo συνηυξά- μεθα ἄν. Va Va sed θα ἄν. ἀλλ᾿ del 10 ἀπαίτησαι Va sed ἄπαι suppl m5 | δὲ om Va 12 τὸν om V 13 ἰταλίαν Va sed ἰ ex ἀ corr ἀττάλειαν V 18 κἂν VVaD Wolf)
ἀλλ’ ἐπὶ σοὶ καὶ ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη Ῥώμην ἰδεῖν, εἰς Ῥώμην, εἰ δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων, τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται.
ἐγὼ δὲ οἴσω βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς. καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε οὐ σολοικίσαντα ποιεῖται σπουδήν.