Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνω- ρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.

ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ ἀκούει κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρό- ποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ. χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ ποιοῦσιν αἰσχύνε- [*](4 Isocr. Phil. § 149 p. 112 c 8 ep. 495 10 Plat. ep. 7 p. 335D 12 cf. ep. 529. 537. Sievera 71 not. 51 Silomon 52 14 cf, t. IV 234, 18 18 [Isocr.] Demon. 30 p. 8c) [*](2 ὅσπερ scripsi e Vo sed σ iuaer m4 ὅπερ VVaS Wolf 4 τρόπων S sed ν in ras m4 4 ἔφυγεν et 6 ἤλπιζέν Va 5 sq. „fort. δυνάμεως δὲ τυχὼν, ἦς ἤλπιζέ τε καὶ δικαίως τυχὼν παρὰ τῆς τύχης ἐγέλασεν“ Re Suppl num ἤλπιζέ γε καὶ δικαίως παρὰ τῆς Τύχης <ἀτυχήσας>? cf. p. 489, i et 491, 10 9 ἴνα μοι πάνυ φίλος S | ᾖς scripsi e S ut coni Re εἶ VVo ᾖ Va ᾖ Wolf 10 πραότερα V 11 μοι om Va | λυπήσῃ Va λυπήσῃ S 15 ποιῆσαι Va noiriast Wolf 20 λόγους scripsi auctore Ke λόγῳ libri Wolf 21 ἐπαινέσας VVaVo ἐπῄνεσας S corr Wolf ’ 22 χαρίεν Va χαριὲν Vo cf. ad ep. 72)

481
σθαι· ποιοῦντες γὰρ ἐξαρνοῦνται.

ταυτὶ μέν σοι παρ’ ἡμῶν εἰ δ’ ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὶν ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.

φε΄.

[*](W 419)

Κληματίῳ. (356/57)

Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν.

ἀλλ’, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος.