Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδ’ ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι.

σὺ δ’ ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δ’ ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι.

σὺ δ’ ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποι- ηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστει- λα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελ- τίω.

καὶ μὴν κἀκεῖνο ἴσθι, ὡς ἡ μὲν πυκνότης τῶν γραμ- μάτων πολλοῖς ἂν κωλυθείη, καὶ νόσῳ καὶ ἀσχολίᾳ καὶ τῷ τοὺς ὡς ὑμᾶς ἰόντας φάσκειν ἐθέλειν γράμματα φέρειν μᾶλ- λον ἢ θέλειν· τὸ δὲ μεμνῆσθαί σου καὶ θαυμάζειν ἐν ἡμῖν [*](4 Vι γ΄, ρqβ΄. Va ς΄, θ΄. Vo ς΄, θ΄) [*](2 cf. ep. 1644 6 Seeck 222. 330. Silomon 63 12 Salz- mann 20) [*](2 πρᾶος Vind | τοῦτον Benz 3 μὴ om VVaVo 7 ἐπιστεί- λας(1) scripsi e V sed ἔπι ex ἄπο corr m4 ἀποστείλας VaVo Wolf | ἐπιστείλας(2) V sed ἐπι ex ἀπο corr m4 9 ἀλγεῖν scripsi τὸ ἀλγεῖν V sed τὸ oblit τὸ λαλεῖν VaVo sed in hoc ἀγα- νακτεῖν snpra λαλεῖν m4, Wolf ἐγκαλεῖν vel ἀγανακτεῖν coni Re 10 τουτὶ scripsi e V sed o ex α corr m4 ταυτὶ Vo Wolf ταὐτὴ Va | δὴ V sed η in ε corr m4 | ἐμοί τὲ V sed ex ἔμοιγε corr m4 11 οὐδ’ V sed κ supra δ’ m4, Va 18 πρᾶττε libri Wolf cf. ep. 1266 14 περὶ scripsi e V πρὸς VaVo Wolf 18 ἢ θύειν V sed in ras fere 18 litt m2 et υ in ελ corr m4 | θύειν suppl Va5)

478
αὐτοῖς τοῦτο οὐκ ἔστιν ὅτε οὐ τετηρήκαμεν.

ὃ δὴ καὶ περὶ τῶν φίλων ἐγὼ πέπεισμαι, ὅτι κἂν μὴ γράφωσι, τὸ φιλεῖν γε οὐκ ἀφῃρήκασιν.