Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν [*](17 Vι γ΄, ρπς΄. Va ς΄, γ΄) [*](12 Salzmann 18 18 cf. ep. 470. Sievers 69. Seeck 126. 330) [*](1 οὐκ om SVind Lamb Rich | ἡμέτερον V sed η in υ corr m4, Va 2 τρόπον Vind 3 τουτὶ reposai e libris τοῦτο edd | ἐνόμισεν (sanxit) Re 7 τῆς δὲ in ras V5 8 σὺ Va 9 τῶ V sed ῶ in ὸ corr m5, τὸ in marg ’ τὸ VaS Lamb Rich | ἐξοῦπερ VVind 10 παύσωμαι V sed ω ex ο corr m5 12 ὃς Wolf 13 ἔγραφες Lamb Rich 16 δὲ om V sed οὖν inser m4, Va 16 τί VSVind | φθέγξαιτο V sed αιτο ex ηται corr m5 18 Ἠλίᾳ scripsi cum Seeckio 126 coll ep. 470 Ἠλέγᾳ libri Wolf 19 ὅ τι] ὅτε V sed ε in ι corr m5, Va 20 οὐδὲ V sed ὲ in ’ corr m4)

472
ἐγράψαμεν.

τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμ- μαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλ- μῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρό- τερον ἐπελθεῖν.

ὅ τι δ’ οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον· ἐρῶ δὲ μεῖζον οὐδὲν οὐδὲν οὔτ᾿ ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίη· σεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ.

τοῖς μὲν οὖν ἰατροῖς, — ἀεὶ δὲ οὗτοι διασύρου- σιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέ- χνης —, οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλ’ ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων. 5, ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.