Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προ- θυμίας, σὺ δ’ ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν [*](1 Vι γ΄, ρπα΄. Va ε΄, εη΄. S α΄, ιζ΄. Vi [qα΄] 19 Vι γ΄, ρπβ΄. Va ε΄, ρθ΄) [*](2 Sieveis 70 not. 48. Seeck 94. 327 3 ep. 436 | Seeck 111) [*](6 Salzmann 43 20 Siereis 69 not. 36. Seeck 62. 327) [*](2 Καλλιοπίῳ SVi 6 διεξελθὼν reposui e libris διελθὼν Wolf 7 θάλασσαν Vi | χαρίεν Va Wolf | συμβοῇ Va 9 πρέ- πειν VaVi 12 μοι inser V5 13 ἀλλ᾿ om VVa | οὖν post μὶν inser V4 16 τῷ om S 17 σοι reposui e VVaSVi sed ι in υ corr V5 σου e L (= Laurentiano XXXII 37) Wolf 22 κἀκεῖνα V sed in κἀκείνους corr m4, Va Ι καὶ ante ἐπήγειρας Va)

468
καλὸν Ὀλύμπιον, ἐπεπείσμην τε πρίν τινα ἀγγεῖλαι καὶ δὴ σαφῶς ἤγγειλεν Ἀντίοχος.

οὐ μέντοι τῶν γε ἐπαίνων κοι- νωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοῖνιξ ὢν καὶ διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρ’ ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλά- κις.

ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον, οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν αὐτὸν κερδαίνειν, οὕτω δι’ ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ, πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος.