Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελ- θῶν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν.

ἃ ἐγὼ καθορῶν ἠγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων δι’ ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ καὶ θαυμάζοντος. ἀλλ’ ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὅπερ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας.

ἀλλ’ ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἡ μέμψιν οἴσεται σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρ’ ἡμῶν δὲ μισθὸς ἔπαι- νος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.