Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί, πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβά- [*](1 Vι γ΄, ρο΄. Va ε΄, qζ΄ 18 Vι γ΄, ροα΄. Va ε΄, qη΄. SIIς΄, ιβ΄. Vind ρqε΄) [*](2 cf. ep. 482. Sievers 217 D. Seeck 88. 326 3 Constanti- nopoli cf. ep. 482. 603. 624 4 cf. t. Y 448,6 14 Sievers 68 not 81 19 Seeck 117. 327) [*](4 ὄντως αὖθις scripsi e V αὖθις ὄντως Va Wolf | γιγνόμενα Va Wolf 7 ἄγοντι Wolf 11 μεθέξει Va | μέλλοντος V aed ο(2) in ε corr m4, Va 16 σοὶ V sed οι ex υ corr m4 ἡμῖν om V 21 αὐτός Wolf ed Ι πηγῶν V sed ras 1 litt post π et ras 2 litt post mv 22 δὲ V sed e γὰρ corr m4 γὰρ SVind | αὐτοὺς V sed ος suprascr m2 et οὑς in ὃς corr m4, Va | ἀξιοῖς V sed in in ων corr m4)
ὁ δ’ ἀνὴρ ἐκεῖνος, ὃν φὴς ἀνα- γνῶναι βιβλίον σου δεδωκότος, εἰ μετ’ εὐνοίας τοῦτο ἔδρα θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν, ἀμείνων δὲ δοκιμάζειν. ἀλλ’ ὅμως ἐπειδὰν ἅψηταί του τῶν ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίωεται.
τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτε- ρον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.
ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτ’ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθ’ ὅσα συνηγωνίζετο τῷ λόγῳ καἰ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες κατγελῶντα.