Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπανήκει τῇ καλῇ πόλει τὸ τῆς προσηγορίας ἔργον, καὶ ἔστιν ὄντως αὖθις εὐδαίμων τῆς βουλῆς μὲν τὰ γινόμενα τι- μωμένης, τοῦ δήμου δὲ οὐκ ἐλαυνομένου, νόμων δὲ καὶ φρε- νῶν ἀγαθῶν καὶ ἡσυχίας καὶ ἡμερότητος, ἃ πάντα ἐν σοί, πάντα εἰς ἐξέτασιν ἀγόντων.

ἐγὼ δέ, εἰ μὲν οὐκ εὖ ᾔδειν ὡς ἐκεῖθεν ἐπὶ τοῖς μείζοσι δεῦρο ἀφίξῃ, πάνυ ἂν ἡγησάμην ἐμαυτὸν ἀζημιωκέναι τῇ μεταστάσει· νῦν δ’, ὁρῶ γὰρ τὴν τοῦ πράγματος ὁδὸν καὶ ποῖ προβήσῃ, μέμφομαι οὐδὲν ἐμαυτῷ· μεθέξεις γὰρ τῶν λαμπροτέρων.

μέλλοντες δέ σου δεῖσθαι μή με ἀποστερῆσαι τῶν οἰκείων, ὧν ἐν ταῖς χερσὶν ἐνιαυτὸν ἤδη νοσῶ, γράμματα λαμβάνομεν παρὰ τῶν φίλων καὶ γνω- ρίμων δεδόχθαι τῷ βασιλεῖ τὸν μὲν ἀσθενοῦντα ἐᾶν, ἑτέρου δὲ τὸν πόνον εἶναι.

καὶ οὕτω δὴ τοῦ μὲν ἐπῃνέσαμεν τὸ πρᾷον, σοὶ δ’ ὑπὲρ ἄλλων ἐπιστελοῦμεν ὡς τούτου γε καλῶς ἡμῖν κειμένου.