Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οἴμαι μέν σοι τὸν χρηστὸν Μακεδόνιον μηνυτὴν γεγο- νέναι τῶν τε ἡμετέρων πόνων καὶ τῶν ἀποκρίσεων ἐκείνου. περὶ γὰρ σοῦ φροντίζων διετέλει καὶ τῶν ἡμετέρων οὐδὲν ἀγνοῶν.
εἰ δὲ δεῖ σε καὶ παρ’ ἡμῶν ἀκοῦσαι τὰ ῥήματα αὐτά, γράψομεν. ὧν λεγομένων παρῆν μὲν Εὐστάθιος, οὐκ ἀπῆν δὲ Ἑρέννιος. ἐγώ φησιν ἐγκαλῶ μὲν οὐδέν, ὁ δὲ εἰ πέπεικεν αὑτὸν ὡς ἠδίκηκεν, ἐπειδὰν συνέλθω- μεν, ὁμολογήσεται.
ταυτὶ μὲν ἐκεῖνος, σὺ δ᾿ ἠμῖν τὸν Ἀγροίκιον τουτονὶ δέξασθαί τε εὐμενῶς, ἥκει δὲ ἐπὶ τὸ χρυ- σίον, καὶ μὴ περιιδεῖν ἄπρακτον ἀπελθόντα.
[*](1 Vι γ΄, ρνβ΄. Va ε΄, οθ΄ 9 Vι γ΄, ρνγ΄. Va ε΄, π΄)[*](2 Sievers 289, 2. Seeck 142. 325 3 Seeck 51 10 Sievers 69 not. 36. Seeck 291. 324 11 cf. ep. 476 12 Stiategii. cf. Seeck 295 16 cf. ep. 123. Seeck 147 18 Seeck 50)[*](6 μέλει Va | ἐφέντων Va 14 ἀκοῦσαι Va sed κοῦσαι suppl m5 16 παρ’ ἡμῖν Va sed sappl m5 16 ἐτερνῖνος V ἐρέννιος Va corr Wolf | ἐγκαλῶ μὲν οὐ suppl Va5 17 πέπεικα Seeck 296 Ι αὐτὸν libri Wolf Seeck | ἐπειδὰν συνελ suppl Va5 | ἐπειδ᾿ ἂν V 18 ἐκεῖνος, σὺ δ’ ἡμῖν et 19 εὐμενῶς, ἥκει δὲ ἔπι τὸ sappl Va5)448