Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ υε δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγο- ἕναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ’ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ’ αὖ μεταβο- Λὴν δαίμονι δυσκόλῳ.
καίτοι πρὸς τῶν πόνων, οὓς ἐπό- νησας ὑπὲρ Ἑλλῄνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας.
ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθὼν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς.
οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πο- λιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον [*](1 VI γ᾿ ρλα΄. Va ε΄, νη΄. S γ΄, qε΄. Vi [μβ΄]. Vind ρσ (cor- rige q) α΄. (Μο = Mosquenais 459)) [*](2 Sievers 67. Seeck 114. 322 11 Dem. Aristog I p. 770,14. cf. ad t. IV 269, 17) [*](4 σώιζων V Ι τηρῶν post εὐεργεσίας Μο Wolf delevi 6 τοῦτο V sed e τούτω corr m3 τοῦτ’ Vind Wolf Ι ἑτέρων ViVind 6 προτοῦ Vind 9 „videtur L. potius dedisse. οὐκ ἐρρῶσθαι“ Re 10 ταύτην Vi Ι ἐκείωης non post τήνδε, sed post με S 11 τὸ — συνουσiας om Vind Ι τῶ V sed in τὸ corr m4, Va l ἀρκούσῃ S Ι τὰς συνουσίας τῶν νέων Vi 12 ἔπειτα repo- sni e libris εἶτα Wolf Ι ἔρου Va Ι φρονήσει V sed e σωφροσύνῃ οι corr m4, SVi 13 ἐννεία διηνεκῆ Vi 16 ἐκεῖσε inserui e V VaS om Vind Wolf Ι γεωργὸς Va Ι ὄντι S 17 ἔστιν suppl Va5 18 πρὸς reposui e libris εἰς Wolf χωρίον Va sed ρίον del)
ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὖτος Καλλιόπιος,ᾦ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα εφ᾿ ὄπερ ἤκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ;
ταῦτ’ ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ.
εἰ δέ με οἰήσῃ ῥαψῳδεῖν καὶ μύθους ταῦτα ἡγησάμενος ἀμελήσεις, ἀλλ’ ἔγωγε ἀποσπώμενος βοήσομαι ὅτι με τῆς Ἀντιοχείας ἀνέπεισεν ἔχεσθαι Δατιανὸς καἰ τὸ κάλλος, ᾠ Δατιανὸς τὴν πόλιν ἐλάμπρυνε, λουτρὰ τὰ μὲν τετελεσμένα, τὰ δὲ ἀνιόντα, στοὰ τεταμένη τε εἰς μῆκος καὶ εἰς ὤραν ἀνθοῦσα τοσοῦτον ἔχουσα ἐν τῇ πόλει, ὄσον ὁ τοῦ Πέλοπος ωμος ἐν τῷ σώματι τοῦ Πέλοπος. ὅρα οὖν εἴ σοι λίαν ἀδεὲς ἕλκεσθαί με.
ταύ- την μὲν οἶν τὴν παιδιὰν ἵλεως οἶδ’ ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν.
ἦν μὲν γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπή- σκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καἰ πειρώμενος αὑτὸν [*](2 cf. ep. 442. t. IV 864,6. Seeck 100 9 sq. cf. ad t. IV 269, 16 sq. Plat. Phaedr. p. 277 E. Gorg. 523 A 12 cf. ad ep. 436 16 Pind. 01 I 24 sq. 18 Seeck 242) [*](1 ἡ συρ α δὲ suppl Va5 2 πολὺν δημιουργοῦσα del Va 3 οὕτος V sed in οὑτοσὶ corr m4 om VaSVi οὑτοσὶ Wolf Ι πολλαχόθεν V sed ολλ in ras m3 5 ἐφῶπερ Va Ι σὺ Vi γρ καὶ ἐν τῷ βλέμματι 7 ταῦτα VVaVi Ι ἀποκρίνεται V Ι καὶ βλέμματι S ὸ ος 8 εν ἄγοντος SVi 9 ταῦθ’ SVind Wolf 12 τοῦ κάλλους γρ τετραμμένη Vind Ι ἐλάμπρυνεν Va 13 τεταμμένη Va τεταμένη S τετραμ- μένη Vi 15 ἐν—16 Πέλοπος praemisso κείμενον in marg V4 ?m Vind 20 καὶ(1) reposui e VVaSVind om Vi ἀεὶ Wolf Ι καὶ unte ἐπήσκησε V sed del m4, Vind 21 τε om Vi Ι αὐτὸν Va)
εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.