Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν- θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα- λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.
καίτοι σκόπει, τόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, δι’ ἣν ἤδη μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέ- γιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσή- καμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον.
[*](6 sq. Sievers 65 17 sq. cf. ep. 368)[*](2 βηρύτῳ Va Wolf Ι γὰρ iuser V4 om Va 3 ἤ σοι Va Wolf ἐθέλειν post καθεύδειν V sed eras 4 τοῦ inser V4 5 δὲ Ι sed e σᾶι corr m4 Ι σοι] που V 7 ἀναστῆσαί? 9 δυνατῶν V sed τῶν e μένων corr m2 Ι διοικήσεται γα 10 νοῦν Va sed suppl m5 Ι ὑπηρετῶντι V ὑπηρετοῦντι Va corr Wolf 12 ἔκα- μνεν V sed ν(2) eras, Va Wolf 15 διερρύηκεν Va Wolf 16 comma posui post παθόντων puuctum libri Wolf 17 κα- χὸν reposui e libris κακῶν Wolf Ι νενοσήκαμεν scripsi e V διενοσήσαμεν Va Wolf 18 Θρᾳκίους scripsi θρακίους V Wolf θρακίως Va 19 ὡς inserui e libris om Wolf sed inserendum coni Add 865 Ι ὁ ante πέμπων(2) Wolf delevi cum Re)υλθ΄.
[*](W 1243)Ὀλυμπίῳ. (355)
Κεχήναμεν προσδοκῶντες οὐ τὸν Αἰσχύλον, ἀλλὰ γράμ- ματα τὰ σά τε καὶ χρηστοῦ βασιλέως, τὰ μὲν ἄφεσιν διδόντα, τὰ σὰ δὲ ὅτι σοῦ ταῦτα πονοῦντος ἐδόθη δηλοῦντα.
ἴσθι δὲ καὶ δευτέραν ἥκειν ἐκεῖθεν ἐπιστολὴν ταὐτὰ μὲν ἐπιτάττου- σαν, μαθεῖν δὲ οὐ παρέχουσαν οὔθ’ ὡς νεωτέρα τοῦ ψηφί- σματος ὡς ὡς προτέρα γένοιτο.
ἀλλὰ σοὶ καὶ ταύτας προσ- ήκει τὰς ἀνάγκας ὥσπερ τὰ νοσήματα λύειν. τὰς μὲν γὰρ συνθήκας ἐγὼ τηρῶ πάντων αὐταῖς ἐπιστρατευσάντων πλὴν δυοῖν, διαστῆναι γὰρ ἃ συνήγαγες οὐ θέμις, σὺ δ’ ὅπως ἡμῖν μὴ τηρήσῃς τοὺς φόρους. ἆθλος γὰρ ἐμοὶ μὲν ἔστω τοῦτο φυλάξαι, σοὶ δὲ ἐκεῖνο κινῆσαι.
τὸν δ’ ἀγωνοθέτην τῶν Ὀλυμπίων γινώσκεις μεγάλα οὐκ ἐκ μικρῶν οἷον ὄντα λει- τουργεῖν, συμμαχία δὲ ἐν τοῖς τοιούτοις φιλόδωρος βασιλεύς. ὅν, πρὸς τοῦ Δῖός, δεῖξον τοιοῦτον ἐξορμήσας τὴν Δατιανοῦ ψυχὴν εἰς ἐπικουρίαν. ἀγαθὴ δὲ παραίφσίς ἐστιν ἐταί- ρου.
υμ.
[*](W 1187)Παλλαδίῳ. (355)
Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή [*](1 VΙ γ΄, σκθ΄. Va ε΄, νς΄ 19 VI γ΄, ρλ΄. Va ε΄, εζ΄. S γ΄, qθ΄. Vi [ν΄]) [*](2 Seeck 222. 322 sq. 3 Arist. Ach. 10 cf. ep. 627 4 cf. ep. 438 10 cf. ep. 665 13 Sievera 207. Seeck 76. 323 16 Seeck 116 cf. ep. 123 17 II. λ 793 20 cf. ep. 460. Seeck 227. 322. Sievers 191 not. 19 perperam de anno 388 cogitavit) [*](4 τὰ(1) om Va Ι τοῦ ante χρηστοῦ Wolf delevi Ι ἄφεσιν „sc. φόρων. cf. Vit. p. 76, 31 (= t. I 193l, 18 sq.)“ Re at cf. ep. 438 6 καὶ inserni e V om Va Wolf Ι ταῦτα Va 10 αὐταῖς reposui e libris ut coni Re αὐτοῖς Wolf 14 γιγνώσκεις Va Ι μικρῶν scripsi auctore Re μεγάλων libri Wolf 17 ἑτέρου V 21 Τῶν — 22 σῶμα praemissia verbis τὸ ἐκεῖ, ἐκεῖσε καὶ ἐκεῖθεν οὐ μόνον ἐπὶ ἄλλου τόπου. ἀλλὰ καὶ ἐφ’ οὖ ἐστι, ὁ πρὸς ὄν ἰοὺς λόγους ποιούμεθα τιθέαμεν. Λιβάνιος ἐν ἐπιστολὴ citat Thomas Mag. s. v. ἐνταῦθα p. 134, 14 R 21 τῶν ἐκεῖθεν ἁ suppl Va5 Ι ἰόντων γ’ 22 μὰ. περὶ suppl Va5 Ι γάρ τοι scripsi e VVa γὰρ SVi Wolf | ἢ S)
ἀκούοντες δὲ ὡς ἔρ- ρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίη δεό- μενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νο- σήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γρά- φεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων.
ἀλλ’, ὦ πρᾳότατε, μήτ’ ἐμὲ περιίδης ἐκ τῆς κλί- νης ἀποσπώμενον τῷ τε ὁριστῷ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνά- ξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖ- νον ᾄσαντα.
τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Δῖός τὴν φρένα τέρπειν μᾶλ- λον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.
[*]( cf. ep. 489. Seeck 76 12 sq. ΙΙ. α 472 sq. 1 τοῦτο γὰρ κἂν del Va sed οὐκ ἂν suppl m5 1 sq. ἔρρωσαι χαίρομέν τε del Va 2 προσέτι V sed e πρὸσ ἔτι corr m4 Ι δὼς ἡλίκον τι κακὸν τὸ del Va 3 πάντων post ὡς inserendum coni Re Ι μάλιστα πρᾶγμα τῆς scripsi e V μάλιστα πραγμάτων Va μάλισθ’ SVi Wolf Ι δεόμενον, ἐμέ γε scripsi δεόμενον ἐμέ τι V sed δεόμενον e δεομένων corr m3 et τι in γε corr m4 δομένων ἐμέ τε Va δεόμενον, ἐμὲ SVi Wolf 4 τῆς ἡσυχίας inserui e VVa om SVi Wolf 6 μὴ inserai e VVa om SVi Wolf 6 δ’ Vi 7 εἰσάγων Vi | πραότατε SVi 9 ἑαυτοῦ Vi | πράττεσθαι scripsi e VVa πράξαι SVi πρᾶξαι Wolf 11 ἐπω- νύμου coni Wolf 13 δπόλλωνα S Wolf)