Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τῷ δ’ ἔδοξεν αὖθις ἀπολαῦσαι τῆς ἐπιστολῆς καὶ οὕτως ἐξεφάνη τοὔνομα. καί με ποιεῖται τῆς ἀναγνώσεως κοινωνόν, τῇ δὲ ἀνεμέμικτο θαῦμα διαπαυσαμένων δὲ μεθίσταται πρὸς λόγον Ἑρμογένης μακρόν, μᾶλλον δὲ μικρόν, περὶ γὰρ τῶν σῶν καλῶν καὶ τὸ μῆκος μικρόν. ἔλεγε δὲ φιλίας τε ἀρχὴν καὶ αὔξην καὶ τἄλλα ἃ δί- δως λέγειν καὶ ὡς ἀχθεσθείη τε ἀρρωστοῦντος ἐπισκέψαιτό τε ὡς ἐνῆν αὐτῷ.

ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δὲ ἤκουον, ἐχαριζόμεθα δὲ ἀλλήλοις, ὁ μὲν ἐμοὶ διὰ τῆς διηγήσεως, ἐγὼ δὲ ἐκείνῳ τῷ σὺν ἡδονὴ τὴν διήγησιν δέχεσθαι.

με΄.

[*](W 43)

Ἐκδικίῳ. (358/359)

Ἐμοὶ σὺ δοκεῖς ὑπὸ τῆς σῆς μὲν ἀδελφῆς, Φιλοξένου δὲ μητρὸς ἐπὶ τὸ κινεῖν με κινεῖσθαι. ποιεῖ δὲ ταὐτὸ καὶ πρὸς [*](18 VII ε΄, ρνε΄. Vo α΄, λα΄.pr.) [*](3 Seeck 173 14 Dem. Phil. III p. 113,24 19 Sievera 79 not. 51. Seeck 125. 365. Silomon 24 20 Seeck 125) [*](3 τὰ ante γράμματα G 4 εἰσελθὼν, ἔστιν Vi 5 τὲ V Vo ἐν V | ὃς S | ἠν post οὖν ἐκέκρθπτο V sed ε (1) in ras m 5 7 χειροῖν S | τὸν ὀφθαλμὸν V 8 ἔδοξεν] ἔξωθεν Vi 11 τε Wolf 12 περὶ — 13 μικρόν om SVi 13 ἔλεγε δὲ scripsi ἔλεγέ τε libri edd | τἆλλα Vo 15 ὡς] καὶ S 16 ἐχα- ριζόμεθα δὲ scripsi ἐχαριζόμεθά τε libri edd | τῆς om S 17 τὸ Vo 21 post με ras 2 litt Vo | ταυτὸν Vo edd)

44
τὸν ἐμὸν θεῖον διὰ τῆς ἐκείνου γυναικός. ὁ δ’ ἅπερ σὺ γρά- φεις κελεύει παρών, ὅπως ἡμῖν ἔσται ῥήτωρ ὁ νεανίσκος.

φράζε δὴ τῇ Φιλοξένου μητρὶ τὸν παῖδα αὐτῇ θεοῦ διδόν- τος ἔσεσθαι τοιοῦτον ὡς ἀρκεῖν αὐτῇ· γνώμη τε γὰρ βουλο- μένη φύσις τε δυναμένη.