Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἂν ταῦτα λέγῃ, ἐροῦμεν ἢ τί φήσομεν; φησὶν ὃν μιμῇ, Δημοσθένης. σὺ μὲν οὗν ὅ τι ἀποκρινῇ σκόπει, Μαρ- κελλον δὲ εὐθὺς τε βέλτιστον εἶναι ἐπείσθην, σὺ γὰρ ἐπῄνεις, χρόνῳ τε διδόντα πεῖραν εὗρον οὐ χείρω τῶν ἐπαίνων τὸ γὰρ τῆς σκιᾶς πιεῖ πρὸς τὸν νέον. οὐκ ἔστιν ὅτε οὐ σύνεστι.

καίτοι μοι δοκεῖ καὶ Μαπκέλλου γε ἀπόντος εἶναι ἂν οἷόσ- πέρ ἐστι παρόντος Τιτιανός· οὐ δύναμαι γὰρ διαστήσασθαι τόν τε ἐΜεν ἠναγκασμένον καὶ τὸν ἐξ ἐπιθυμίας. ὅ τε οὖν παιδαγωγὸς καὶ τὸν ἀργότατον ἐπήγειρεν ἂν ὅ τε τῶν λόγων ἔρως ἤρκεσεν ἂν ἀντὶ παιδαγωγοῦ τῷ παιδί.

Μάρκελλος μὶν οὖν ἐν ᾧπερ ἐστὶν ἴστω, καὶ γὰρ εἰ μὴ παρακλήσεως γε [*](13 Dem. Chers. § 37 p. 99,8 22 cf. ep. 26) [*](1 πατρῶαν Vi 8 πτεροῦ S | ὡς περσεὺς S Vi | τοὺς λόγους Vo 5 ὕλλαν V | ἡρακλέους Vo sed ου ex o corr m 2 μαν- τεύομαι Vo sed ομαι ex εται corr m 2 μαντεύεται VS Vi pr | καὶ insemi e V om VoSVi edd 7 καλῶς Vi | ἐπανῆλθον scripsi ἐπανελθὼν libri edd | δ᾿ Wolf | ἶσος VoS Wolf 11 μὴ ἐμὲ scripsi μή με libri edd | ἡττημένον Vi 18 ἀποκρίνῃ Wolf 15 xfivov Vi 16 ὅτε οὐ] οῦτε Vi 18 Τατιανός pr 19 ὅ τε—20 ἂν om Vi ὅτε VVoS Wolf) [*](3 Περσεὺς ὑπόπτερος υἱὸς Διὸς in marg Vo3) [*](5 Ὕλλος Ἡρακλέους in marg Vo3)

43
δεήσεται πρὸς αὐτόν, αλλ’ ἐπαίνοις γε χρήσεται πρὸς αὐτόν τὸ δέ ἐστι ὄν μέλιτος ἥδιον.

Ἐγὼ δέ σου γράμματα ἐν Ἑρμογένους τεθήρακα τόνδε τὸν τρόπον· εἰσελθὼν ἔστην αὐτοῦ πλησίον ἐν δεξιᾷ. ὁ δὲ ἀν- εγίνωσκεν ἐπιστολὴν, ἤδη δὲ ἦν ἐπὶ τῷ τέλει. ὅστις μὲν οὖν ὁ ἐπιστείλας, ἰδεῖν οὐκ εἶχον, ἐκέκρυπτο γὰρ ἐν θατέρᾳ ταῖν χεροῖν, στήσας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν τῶν γραμμάτων τύπον εἴκαζον ἥκειν αὐτὰ παρὰ σοῦ.