Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ήγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.

Γεσσίου δέ σοι φοι- τῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὔτι ἀδικεῖν οἶμαι ἄλλως τε καὶ Ματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν.

τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστη- σας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέω) τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλ- πίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προïὼν [*](1 VI γ΄, σκς΄. Va ε΄, νγ΄. S β΄, θ΄. Vi [σβ΄]. Vind ρq΄) [*](2 cf. ep. 491. Sievers 75 not 23. Seeck 94. 322 4 Seeck 307 8 Seeckius 94 et 164 Gessium I pro filio Barbationis et discipnlo Libanii habuit 11 cf. ep. 430. Seeck 110) [*](2 Βαρβατίωνι Va sed suppl m5 3 καὶ πάλαι scripsi e SVi πάλαι V sed π in ras 2 litt m4, VaVind Wolf 4 θεμιστοκλέους V sed ἑοὺς in ras m4 5 φιλῆσαι V sed ἧσαι in ras et ~ in corr m4, Va sed suppl m5 φιλήσας Vi Ι ἐνθάδε scripsi e VVaS sed in hoc γρ ἐνταῦθα suprascr, Vi ἐνταῦθά Vind Wolf 6 γενόμενος Vi sed ο(2) ex ἡ corr Ι σοι συμμίξας scripsi e VS Vi συμμίξας σοι VaVind Wolf Ι προῆλθεν Va 7 μου S Ι κα- μόντος libri corr Wolf 8 ἐπεστάτεις scripsi ἐπιστατεῖς libri Wolf Ι post δέ deesse ἀκούσας aut πεισθεὶς vel simile quid censet Re Ι σοι scripsi e S sed γρ μοι suprascr, Vi ut coni Re μοι VVaVind Wolf 9 τοὐμοῦ inserui e Vi τοῦ μοῦ S om V VaVind Wolf 11 καὶ(2) om Vi 18 τινα om Vind Wolf Cent 16 τε SVi 17 ἦσαν SVi Ι αὐτὰ om Vind Wolf Cent)

430
οὐδὲν δεήσῃ τροπαίων, οὐδὲ γὰρ μάχης.

ἡμᾶς δὲ οὒς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ’ αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.

[*](W 1086)

υλζ΄.

Εὐσεβίῳ. (355)

Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καὶ μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀπο- δίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἴων ἀπολέλαυκε τῶν πηγῶν.

χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπι- στέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα.

εἰ δὲ ψεύδεσθαί με φής, ἔλεγ- ξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἰην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.

[*](4 VI γ΄, σκζ΄. Va ε΄, νζ΄. Bas)[*](6 Seeck 141. 322 15 Seeck 110)[*](1 δὴ 2 sq. ἅ ποιοῦσιν om Vind Wolf Cent 6 Εὐσεβίῳ omBas 8 ἐφοίτησε et ἀποδίδωσι Va sed ε(2) ex ὲν et ι(3) ex ἱν corr m5 9 αὐτὸν Va Bas sed in hoc ὸν ex ῶν corr Ι ἐσέμνυ- νεν Va Ι τῶν om Bas 10 χρῆν scripsi e Va χρὴ V Bas Wolf I καὶ τὸ] τὸ καὶ VVa 11 ἀργὸν εἴη scripsi e Bas ἀργὸν ᾖ V Va sed in hoc ἀσγῇ corr m5, Wolf Ι σοι om Bas Ι τῶν scnpei e V sed e τὸ corr m4, ut coni Ee τὸ Va Bas Wolf 12 δο- κεῖν scripsi anctore Re δοκεῖς libri Wolf Ι ἀπαιτῶμεν V sed ὄπ del m4 13 προτέρας? cf. Salzmann 64 „mallem τὰς πρώ- τας“ Re Ι ἐπαγγέλωμεν Va Bas Ι σιγᾷς reposui e libris sed ᾶς in αν corr V4, ut coni Re σιγᾷν Wolf 14 φής libri Wolf 16 ἐλέγ- ξεις scripsi ἐλέξεις Bas ἔλεγχος VVa Wolf Ι δ᾿ (2) Βas 16 ἠπα- τημένος Va aed κατημε snppl m5 Ι ἀπήλλειλεν Va 16 sq. σεν ἐπιστεῖλαί σοι del Va)
431

υλη'.

[*](W 1242)

Ἀνατολίῳ (355)

Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.

ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.

πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού- λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.

νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου- σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.

πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ [*](1 VΙ γ΄, ρκη΄. Va ε΄, νε΄) [*](2 Sievers 65 not. 18. Seeck 61. 322 6 cf. ad t. IV 363, 15. Salzmann 65 7 Plat. rep. V p. 463 D. Richtsteig 124 Ι Seeck 199 11 Zenob. V 18 18 Xen. anab. III 1, 16) [*](3 τὴν inserui om libri Wolf 4 τοῦ Va 5 οὕτως — 6 φι- λεῖν praemissis verbis τὸ ὑπεραίρειν . . . παρὰ δὲ Λιβανίῳ αίτιατικῇ· οἷον citat excerpt. Darmst. cod. 2773 fol. 111r 5 φάσκουσιν Va 6 ἐσκαμμένα V sed α(1) ex ε corr m5 Ι φα- σὶν V sed α ex η corr m4 7 ἐνοῖς Va | ἐμοὶ V sed οὶ ex ε corr m2 Ι παραμάγνου Va 10 ἤγγελλε V Ι ἔννοιά reposui e libris ut coni Re εὔνοιά Wolf 11 ᾤμην] ὁμοῦ Va 12 σοι om Va Ι δεῖν inser V4 om Va Ι ἰδεῖν Va Ι δὴ δὴ V sed e δεῖ δὴ corr m4 13 μάλιστα δὲ ante τοῦ (1) inserendum coni Re Ι συμβούλεσθαί V sed e συμβουλεύεσθαί corr m4 15 μηνῦσαι Va Wolf fortasse recte sed cf. ad ep. 48. 867 17 ἦς post δο- θείσης Va 18 εἰ] εἰς Va)

432
κοινοῦ. συνευξάμην ἄν σοι oἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ · νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης.

αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν- θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα- λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.