Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δ’, ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δ’ ἂν ἔχοι χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυ- χεῖν.

ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βου- Λὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ δι’ ἑρμηνέως ὅ τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσ- ετέθη καὶ τὰ γράμματα.

κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι’ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ [*](10 Vi γ΄, ρκδ΄. Va ε΄, να΄) [*](11 Sievers 68 not. 32. 224, 4. Seeck 296, 322 17 Seeck 283 18 Themist. p. 18 c sq. Seeck 294) [*](6 εἴγε scripai e V εἴτε Va Wolf 7 θαυμασόμενοι reposui e libris θαυμασάμενοι Wolf 16 πρὶν καὶ Va Ι ἐπιστεῖλαί σε scripsi ἐπιστείλοις V sed οι in η corr m4, Wolf ἐπιστείλεις Va „aut ἐπιστείλῃς aut ἐπιστεῖλαί σε“ Re 18 ἂ inser V4 om Va 19 sq. ὅτι V 21 ἀπιστηθείση Va Ι δὲ et 22 καὶ inser V4 om Va 23 μὲν inser V4)

425
τὸ Λρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτό, τε τιμῆσαι καὶ τὸ δικαίως ὑπ’ ἐκείνου τετιμῆσθαι Μαὶ.

τὸ δ’ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἄν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμ- βουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὔω- ῥία, τὸ δὲ παρ’ ὑμὶν διδάσκειν λόγους ἀρχὴ Σκυρία.