Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλη- μάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει.
ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι δι’ ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ [*](16 VI γ΄, ρκγ΄. Va ε΄, ν) [*](13 cf. ep. 430. Seeck 110 17 Sievers 76 not. 31. Seeck 278. 322 19 Seeck 121 20 cf. ep. 432) [*](1 τῇ om VVa Ι μεγάλα S Ι γίγνεται S Vi 3 ἔτι inseroi e SVi om VVaVind Wolf 6 φέρομεν VVaVi 7 τανῦν Vi Wolf Ι φιλοῦντος ViVind 8 καὶ(2) inser Ε 9 ἡμῖν — 10 ἡδέων om Vind 12 ἐκβαλεῖν Vind 13 ὥσπερ V sed ω in ο corr m4, VaVi sed in hoc o supra ω, Vind sed 8 supra ὥ, Wolf Cent 14 καὶ(2) om Ι τὄλλα scripsi μάλα VVind Wolf Cent μᾶλα Va ἄλλα S Vi Wolf ed Ι τε inser S)
εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δ’ ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν.
πτερὰ δὲ ἐν- ταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυ- κότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.