Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δ’ οἴει μετὰ τοῦ δα- κτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε [*](6 Cleomenem cf. ep. 399. Seeck 72 12 II. t 676 sq. 16 sq. Salzmann 27) [*](1 λόγον ante θήσει Va Ι τὰ ἄλλα VVa 2 κρίνει Va Ι τὰ — οἰήσῃ praemissis verbis χλευάζω λέγε. χλευασμὸς δὲ μηκέτι, Ὦλά χλεύη καὶ χλευασία. Λιβάνιος ἐν ἐπιστολῇ citat Thomas Mag. s. V. χλευάζω p. 401, 2 R Ι πράγματα Vi sed γρ΄ γράμματα in marg m3 Ι ἡγήσῃ S sed γρ οἰήσῃ suprascr, Vind Wolf Cent 3 ὥσπερ — 4 ἔχθρας citat Macarius Chrys. Ros. cod. Marc. γρ γὰρ fol. 96 Ι γάρ om Va Macar 3 οὖν S οὖν Vi Ι ὦ ἀγαθὲ V ὦγαθὲ Va ἀγαθὲ Vi cf. t. I 358, 6 4 με post δὲ inser V4 Wolf ed delevi 6 τὸ μνῆμα σαυτῶ διηλλάχθαι post διηλ- λάχθαι V sed del m4, Va Ι ἡμᾶς inserui e SVi om VVaVind Wolf Ι κἀνταῦθα συκοφαντῶν om S Vi 6 οὔτε VVa 7 ὥσπερ S Ι ἐνομίσθη VaVi 9 αὐτοῦ V sed ᾿ in ῾ corr m4, VaS Wolf 10 ἐδόκει S sed γρ δοκεῖ suprascr, Vi Ι θεραπεύει.· Vi 12 τοῦθ’ SVind Wolf 14 αὐτῷ libri Wolf Ι δ’ SVind Wolf δ’ ἂν Vi Ι ὅτι libri Wolf 15΄ μέμφεσθαι VaS 16 δὲ Vi Ι οἴου Wolf ed 17 ταῦτα VaSVi)

423
τῆς οἰκουμένης καὶ μέσῃ τῇ πόλει καὶ ταύτῃ μεγάλῃ γίνεται καὶ ὅθεν ἕτοιμον ἀρθῆναι φήμην.

εἰ δὲ οὐκέτι ταῦτα ποι- εῖς, ἀλλ’ ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυ- μεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ δοῦναι δίκην, οὐ σὲ παρ’ αὐτῷ εὐδοκιμεῖν.

ἀλλὰ τὴν μὲν δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.

ἀρ- χέτω μὲν ὁ βουλόμενος παρ’ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βα- σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ- ματι τὸ ἡσυχάζειν.

Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτ’ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.

υλγ.

[*](W 1240)

Σιλανῷ. (355)

Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλη- μάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει.

ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι δι’ ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ [*](16 VI γ΄, ρκγ΄. Va ε΄, ν) [*](13 cf. ep. 430. Seeck 110 17 Sievers 76 not. 31. Seeck 278. 322 19 Seeck 121 20 cf. ep. 432) [*](1 τῇ om VVa Ι μεγάλα S Ι γίγνεται S Vi 3 ἔτι inseroi e SVi om VVaVind Wolf 6 φέρομεν VVaVi 7 τανῦν Vi Wolf Ι φιλοῦντος ViVind 8 καὶ(2) inser Ε 9 ἡμῖν — 10 ἡδέων om Vind 12 ἐκβαλεῖν Vind 13 ὥσπερ V sed ω in ο corr m4, VaVi sed in hoc o supra ω, Vind sed 8 supra ὥ, Wolf Cent 14 καὶ(2) om Ι τὄλλα scripsi μάλα VVind Wolf Cent μᾶλα Va ἄλλα S Vi Wolf ed Ι τε inser S)

424
ἑτέραν· ὡς ἑνὸς μετέχω μόνου τοῦ προσειπεῖν.

εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δ’ ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν.

πτερὰ δὲ ἐν- ταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυ- κότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.

[*](W 1241)

υλδ΄.

Θεμιστίῳ (355)

Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δ’, ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δ’ ἂν ἔχοι χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυ- χεῖν.

ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βου- Λὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ δι’ ἑρμηνέως ὅ τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσ- ετέθη καὶ τὰ γράμματα.

κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι’ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ [*](10 Vi γ΄, ρκδ΄. Va ε΄, να΄) [*](11 Sievers 68 not. 32. 224, 4. Seeck 296, 322 17 Seeck 283 18 Themist. p. 18 c sq. Seeck 294) [*](6 εἴγε scripai e V εἴτε Va Wolf 7 θαυμασόμενοι reposui e libris θαυμασάμενοι Wolf 16 πρὶν καὶ Va Ι ἐπιστεῖλαί σε scripsi ἐπιστείλοις V sed οι in η corr m4, Wolf ἐπιστείλεις Va „aut ἐπιστείλῃς aut ἐπιστεῖλαί σε“ Re 18 ἂ inser V4 om Va 19 sq. ὅτι V 21 ἀπιστηθείση Va Ι δὲ et 22 καὶ inser V4 om Va 23 μὲν inser V4)

425
τὸ Λρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτό, τε τιμῆσαι καὶ τὸ δικαίως ὑπ’ ἐκείνου τετιμῆσθαι Μαὶ.

τὸ δ’ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἄν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμ- βουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὔω- ῥία, τὸ δὲ παρ’ ὑμὶν διδάσκειν λόγους ἀρχὴ Σκυρία.