Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο.
σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.
ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ- γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος.