Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἃ δ’ οὖν ἔδει γεμέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ’ εἰ τιν’ ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι.

τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ’ αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρ- χῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν.

ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου.

[*](13 Seeck 179 16 Seeck 219 20 II. ω 527. Plat. rep. II p. 379 D. Themist. or. VI p. 79 C. Richtsteig 95)[*](4 τὰς ecripsi e V sed ὰ ex ῆ corr m 4 τῆς VaVoVi Wolf 6 οὖν inserui e V sed inser m 4, Vi om VaVo Wolf Ι ἐπίσταμαι post ἠδικήκαμεν, non post 7 ἠτυχήκαμεν V 6 ἀλλ᾿ 7 ἐπίστα- μαι om Vi 10 οὐ om Vi Ι ἦν Va 11 τί Vo 13 ὀνωράτου VaVoVi Ὡνωράτου Wolf cf. ad ep 251 14 πορείας Vo sed ι inser m 2 15 οὐκ ante ἀφῆκεν VaVoVi Wolf delevi Ι δῆ- λον scripsi e V δηλῶν VaVoVi Wolf 19 ἐπέρχεται, τὰ δὲ Va sed ἔται. τὰ δ del et m 5 restaur)
396
[*](W 403)

υα΄.

Γυμνασίῳ. (355)

Ἐξουσία σοι παρ’ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλ’ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν.

σὺ δ’ ἔοικας τῶν μὲν παρ’ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.

[*](W 404)

υβ΄.

Θεμιστίῳ (355)

Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνα- σθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἱ καὶ τοῖς θεοῖς.

ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα.

τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθ’ ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ [*](1 VI γ΄, ϥα΄. Va ε΄, ιη΄. Vo ε΄, ιη΄ 10 VI γ΄, ϥβ΄. Va ιθ΄. Vo ε΄, ιθ΄. S ε΄, μα΄) [*](2 Sievers 75 not. 30. Seeck 166. 320. Suid. s. v. Γυμνάσιος 4 Seeck 283 11 Seeck 295. 320 20 cf. t. VI 173, 10) [*](5 αὐτοῦ libri Wolf 6 οὕτως scripsi e V οὖ VaVo Wolf 14 φίλους reposui e libris ut coni Re φίλοις Wolf 15 et 16 τῷ θεῶ S 16 ἔστιν Va Ι μὲν om V 17 δὲ om Va δ’ VoS Wolf Ι καὶ delendum cenauit Re Ι ἐπέθηκεν Bcripsi e V ἀπέ- φῃνεν VaVoS Wolf Ι μικρά με acripsi e V με μικρὰ VaVoS Wolf 18 „mallem πεφηνέναι“ Re)

397
καιρὸν εἶναί σοι νομίζοντες κατὰ χώραν μένειν.

τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὶν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρ’ ὁμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.

υγ'.

[*](W 405)

Καλλιοπίῳ. (355)

Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς εἶναι.

ἀλλ’, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ’, εἴ τι ταὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης.

ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ’ ἥδιστα ἂν παρ’ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.

υδ΄.

[*](W 406)

Ῥητορίῳ. (355)

Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρ’ ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν 20 [*](4 Vi γ΄, qγ΄. Va ε΄, κ΄. Vo ε΄, κ΄ 17 VI γ΄, δ΄ (= ωπ΄). Va ε΄, κα΄. Vo ε΄, κα΄. S β΄, οθ΄. / Vi [σνα΄]) [*](5 Seeck 101. 320 6 Seeck 310 10 Xen. comm. II 6, 35 18 Seeck 251. 320) [*](3 ὑμᾶς scripsi e VVaVo sed in hoc υ in η corr, ut prae- ferendum censuit Re ἦμες S Wolf Ι ἴῃ scripei ἴη VS eed in boc οι suprascr ἴοι VaVo Wolf Ι ἀκούση scripai e V ἀκούσει VaVoS Wolf 16 αὐτοῦ VVaVo Wolf αὑτοῖς S Ι ἐθέλοι S | ἥδιστα V sed α in’ corr m 5 20 ἦν inserui e SVi om VVa Vo Wolf)

398
ἢ ἀπόντι ἀκούειν.

τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὅ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὃς ἔχων. 3, ἀλλ’ ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγει ἀωάγλην οὐκ οἶδεν.