Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ποίοις Βοιωτοῖς συγγενόμενος ἀποβέβληκας τὴν περὶ τοὺς λόγους τέχνην; οὐ γὰρ ἐκεῖνό γε Ἀνδρονίκου τὸ τὰς μὲν μακρὰς ἐπιστολὰς ἐπαινεῖν πανταχοῦ, τὰς δὲ οὐ μακρὰς ἐλαύ- νειω, ἀλλ’ εὖ ᾔδεις ὡς ἑκατέρῳ τε ἰνὶ χώρα καὶ μετὰ τοῦ καιροῦ καὶ τοῦτο κἀκεῖνο καλόν.

σὺ δὲ ἐπιλαβόμενος τῆς ἐν τοῖς γράμμασι βραχύτητος αὐτὸ τοῦτο εὐθὺς ἑτέρας ἐποιοῦ [*](1 Vi γ', πη'. Va ε',ιε'. Vo ε',ιε' 11 Vi γ',πθ'. Va ε'. ις΄. Vo ε΄, ις΄. S δ΄, β΄. Vi [νγ΄]. Vind ρμη') [*](2 Seeck 46. 320 5 Plat. Euthyd. p. 306 B; Phaedr. p. 234 E cf. ep. 1373 12 Sievera 76 not. 32. Seeck 71. 320 13 Goebel, Ethnica 67 16 cf. ep. 81) [*](3 θέλεις Vo Wolf 6 δεξιῶν Va Vo 7 τοῦ μήκους V sed 6 τὸ μῆκος corr m 2 et ΄ add m5 τὸ μῆκος Va 9 οὐ om V in ras 2 litt 13 Ποίοις —14 τέχνην praemissis verbis ἀπο- βάλλω τὸ ῥίπτω καὶ φίημι αἰτιατικῇ, ὡς καὶ Λιβάνιος citat Lacapenns de constr. verb. ed. Hermann, De emend. rat. gramm. p. 364, 6 14 τοὺς om Vind Lacap 16 τοῦ] τοῦτο Va 17 κἀ- κεῖνο scripsi e VSVi ἐκείνου VaVo καὶ ἐκεῖνο Vind Wolf 18 βραχύτητος V Bed in βραχύτητος corr ’ βραχύτητος S sed γρ ταχύτητος auprascr, Vi cf ep. 81 Ι τοῦτ’ S Vi Vind Ι ἑτέρας inserui e libris om Wolf sed corr Add 862)

393
κατηγορίας ἀφορμὴν συκοφάντης ὢν ἐν ἀμφοῖν. διώκων γὰρ τὴν ἐπιστολὴν ἐπὶ τῷ μέτρῳ τῇ γε ὀργῇ πάλιν ἄλλην αἰτίαν ἔπλασας, διφθέραν οἶμαί τινα οὐκ ἀποδοθεῖσαν.

οὕτω θαυμαστὸς ἡμῖν πλάστης γέγονας ἅτε πόλιν οἰκῶν γέμουσαν πλασμάτων. ἡμῖν δὲ πόλις μὲν τῆς ὑμετέρας μικροτέρα, μικρο- ψυχίαν δὲ ἴσως οὐκ ἐντίθησιν. οὐδέ γε, ὦ δαιμόνιε, τἄλλα οὕτω ταπεινῶς πράττομεν ὥστ’ ἔχειν σχολὴν ἐννοεῖν, εἰ τόδε ὁ δεῖνα λαβὼν κατέχει.

τῶν δὲ παρ’ ὑμῖν σοφιστῶν μὴ καταγέλα, οἷς ἐστιν ἃ σοφισταῖς εἶναι δεῖ, μέγεθος οἰκιῶν, πλῆθος νέων, γαστρὸς εὐρυχωρία, τὸ δουλεύειν εἰδέναι· μέγα γὰρ εἰς εὐδαιμονίαν παρ’ ὑμῖν τὸ κατεπτηχέναι καὶ ὁ δουλό- τερος ἑτέρου ῥητοὸικώτερος.

εἰς ἐμὲ δὲ οἰόμενος τὰ φίλου ποιεῖν ἴσθι τὰ πολεμίου δρῶν. πράττεις μὲν γάρ, ὅπως ὑμῖν ἐπανέλθοιμι, τοῦτο δὲ εἰ μὲν ἀγνοῶν, ἐν οἷς ὢν τυγχάνω προ- θυμῇ, τάχα οὐ φιλοῦντος ἡ ἄγνοια· εἰ δ’ ἐπιστάμενος, ἐξ ὅσης ζάλης εἰς ὅσην εἰρήνην ἥκω, πρὸς τὴν ζάλην αὖθις ἐκ τῆς εἰρήνης ἕλκεις, οὐ πάνυ γίγνῃ Θησεὺς εἰς Πειρίθουν.

ὥστ’ ἐοίκαμεν σοὶ μὲν μέμφεσθαι τῷ φίλῳ, τὸν δὲ οὐ φίλον ἐπαι- [*](4 Constantinopolin) [*](2 καὶ ante τῇ V eed eras, VaVo 6 τἆλλα Vo 7 οὕτως Vi Ι ὥστε VaVo Wolf Ι εἰ S 8 κατεχει Vi Ι ἡμῖν ViVind 11 παρ’ ὑμῖν flcripsi e VVaS sed in hoc ἡ supra ὁ παρ’ γρ τὸ καταπεπτηχέναι ώ ἡμῖν Vo ἡμῖν ViVind Wolf Ι τὸ κατεπτηχέναι S Ι δουλότερος S 12 ἑτέφου reposui e libris ἐκείνου Wolf sed corr Add 862 13 μὲν inserui e V sed eras, VaSVi om VoVind Wolf β 16 τάχα οὐ φιλοῦντος S Ι ἡ om Vi Ι δὲ Va Wolf 16 ζεύγλης Vo Ι comma post ἥκω SViVind, post ζάλην VVaVo Wolf prius posui, alterum delevi 17 γίγνῃ V sed γ(2) inser m 5 Ι „de- buisset dicere Πειρίθους εἰς Θησέα“ Re at cf. ep. 882 18 ἐοί- καμεν V sed ex ἔοικα μὶν corx m 5 Ι σοὶ scripai e V σὺ VaVo SViVind Wolf Ι τὸν δὲ οὐ φίλον scripsi e VaVo τὸν δὲ ὁ φίλος δ’ V sed ὁ et δ’ in ras m 5 ὁ δέ σός φίλος S ὁ φίλος δὲ Vi ὁ δὲ δὴ φίλος Vind Wolf Ι ἐπαινεῖν scripsi e V sed ex έπαινέσθαι corr m 3 et ν ~ add m 5, SVi ἐπαινέσαι VaVo Vind Wolf)

394
νεῖν τὸν ἄρχοντα. καὶ γὰρ εἰ ἡ γνώμη μισοῦντος, ἀλλὰ τό γε ἔργον ὠφελοῦντος. κωλύει γάρ με μὴ ἐλθεῖν ν τοῦτό μοι πρῶ- τον χαριζόμενος τὸ μὴ Κλεομένην ἰδεῖν.

ᾧ σὺ συνὼν μὲν ἔτι μή με ἐξαπάτα· μὴ συνὼν δὲ τί πάθοις ἂν εἰκότως, ὃς ὃν ἔμελλες φεύξεσθαι, τοῦτον ἠγάπας, καὶ ταῦτα μέλλων ἕτερον ἀνιάσειν καλὸν κἀγαθὸν καὶ σώφρονα καὶ δυνατώτερον;

ἀλλ’, ὦ φίλτατε Ἀνδρόνικε, παῦσαι μὲν τῆς πρὸς τὸν κύνα συνη- θείας, εἰ μὴ πέπαυσαι· παῦσαι δὲ τοῦ πειρᾶσθαί με ἐνθένδε κινεῖν. βούλευσαι δὲ περὶ τῶν πρὸς τὸν θεῖον βουλὴν ἀγαθὴν ἀφείς με τῆς τοιαύτης διακονίας. ὁρῶ γὰρ ὡς ἐπί τι πρᾷον τὸ πρᾶγμα βαδίζει.