Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς καὶ μάλα εἰκότως. ὥστ’ εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ- [*](6 Vi γ΄, πέ. Va ε΄, ιβ΄. Vo ε΄, ιβ΄ γ΄, πς΄. Va ε΄, ιγ΄. Vo ε΄, ιγ') [*](7 Seeck 75. 319 8 Seeck 176 12 Salzmann 93 20 Sic- vers 233,3, Seeck 85. 319) [*](8 τοῦτο V eed o e’ corr m 5 9 ὅπως V sed ὅτι suprascr m 5 Ι ποιεῖς V ποιοῖς Va 10 μέν τί scripsi μἐντι VVa μέν- τοι Vo Wolf 12 ἔλθοι scripsi e VVa coll t. II 329, 13; ep. 777 διέλθοι Vo Wolf Ι σοι τί Vo 16 τῷ] τὰ V sed α in ο corr m 5 Ι διαυτοῦ Va | ἐμοῦ Bcripsi e V sed ῦ ex ὶ corr m 5 ἐμοὶ VaVo Wolf 21 ἡμῶν scripsi e V ἡμῖν VaVo Wolf)

391
πάλαι ἂν ἦσαν αὐτοὶ παρὰ σοί.

ἡ όὲ Ἀπελλίωνος ἀρχὴ τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν.

θαυ- μάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, 5 φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.

τϥζ΄.

[*](W 399)

Ἀλκίμῳ. (355)

Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ πολίτην ἄρχειν ἡμέτερον. ἀλλ’ ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς. οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ σιώτερον, ἁ λ’ ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν. ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προ- στασίαν.

Αἰγύπτιοι μὲν οὖν πολλάπις ταῦτα εὔξαντο, πρὸς δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα, τίνα μάλιστα φιλοίην τῶν παρ’ ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνἐ- χθην καὶ τὸν Ἅλαιμον ἐφθεγξάμην.

ὁδὲ γράφε τοί- νυν ἔφη, καὶ κομιῶ. χαφιῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σο- φὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα.

[*](7 Vi γ, πζ. Va ε', ιδ'. Vo ε',ιδ')[*](1 cf. ep. 8 4. Seeck 79 8 Sievers 286. Seeck 62. 319 9 Apellionem cf. l. 21. ep. 394. 896)[*](4 τὸ πρᾷον, τὸ ἄδολον scrip i e πράον) τὸ ἄρολον, τὸ πρᾶον VaVo Wolf 5 ἤδη. φήσετε δὲ HcripMi e V ἤδη δὲ φήσετε VaVo Wolf 11 οἰδεν Va αὐτοῖς libri Wolf 14 ras 3 litt aate Αἰγὺττιοι V | μὔξαντο V sed ηυ in ras m 5, Vo Wolf 17 τὸ scripsi ut coni Wolf τὰ liUri Wolf Ι εὐθὺς inserui e V om VaVo Wolf 19 γὰρ V sed ὰρ corr m5)
392
[*](W 400)

τϥη΄.

Ἀκακίῳ. (355)

Χρηστὸς εἰ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέ- λεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποι- ητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται.

τῆς δὲ ἐπι- στολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ’ ἡμᾶς ὧδε ἔχοντες τάξεως ἦλθον.