Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας, ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐπείνων κακίας. ἤδη δέ τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πι- στεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης.
σὲ μὲν οὖν ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Μῆνά δέξαιτο καὶ μετὰ ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων῾· ἐμὲ δὲ ἕλκει πά- λιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα.
σὺ δ’ ὅ τι ἂν ἔχῃς βοῄθε καὶ παῦε τὸν θυμὸν καὶ ὡς [*](3 Sievers 237, 8. Seeck 61 7 Arist. Ach. 595. cf. Greg. Naz. carm. II 1, 11, 1568 15 cf. t. VIII 350, 18 19 Constantinopolis cf. Seeck 20) [*](1 γε(Ι)] τε libri corr Wolf 2 τῆς om Wolf ed Ι ’SVi Vind Wolf 3 σε om D 4 καὶ — ἄνδρα praemissis verbis μεγαλ- αυχῶ οὐδεὶς τῶν ἀρχαίων, ἀλλὰ μεγαλαυχοῦμαι. Λιβάνιος ἐν ἐπιστολὴ citat Thomas Mag. s. v. μεγαλαυχῶ p. 233, 10 R Ι παρέχοντες ἄνδρα scripsi e V sed ἄνδρα διδόντες suprascr m4, Va Vo ἄνδρα διδόντες SViVindD Wolf διδόντες ἄνδρα Thom 5 φεύγοις Va 8 διώκη S διώκῃ Vi 12 καὶ(2) om SViVind Wolf Cent 13 θαρροῦντας VVa Wolf ed 15 θα- λάσσης VVaVi Wolf 17 μὲν ante πέμψειεν Vo Ι μετα- ταῦθ’ Vind 18 ταῦθ’ SVi Wolf Ι λαμπροὶ Vo Ι δ’ SVind D Wolf 19 δ’ SViVindD δὲ Vo Ι ἔχοις S ἔχοις VindD Ι γρ παυσαι παῦε S Ι θυμὸν del Va et in θεῖον corr m5)
τqβ΄.
Φιλίππῳ. (355)
Ὅτι τε ἐπέστειλας ἡμῖν ἥσθην καὶ ὅτι τὰ τοιαῦτα ὄι ἡμῶν καθίστασο· πιστεύοντος γὰρ ἦν φιλεῖσθαι καὶ ἐγνωκότος φιλεῖν.
ἐγὼ δὲ τήν τε ἐπιστολὴν ἀνέγνων αὐτῷ καὶ ἡδό- μενον ἑώρων καὶ πρὸς γράμματα ὡρμηκότα. ἃ κεκώλυκε μὴ γενέσθαι θόρυβός τις ἐμπεσὼν καὶ πείσας αὐτῷ προσέχειν, ἥξει δέ σοι ταῦτα, ἐπειδὰν ἐκεῖνος παρέλθῃ.
τqγ΄.
Ὑγιεινῷ. (355)
Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλατ- τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.
ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, κα- λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην, [*](4 Vi γ΄, πβ΄. Va ε΄, θ΄. Vo ε΄, θ΄ γ΄ [πγ΄]. Va ε΄, ι΄. Vo ε΄, ι΄. S δ΄, ια΄. Vi [ξβ΄]. D ρκ 1 cf. ep. 393 5 Seeck 239. 319 13 Sievers 66 not. 19. Seeck 180. 317. 319 19 cf. ep. 362 Ι Luc. tragod. 171 3 τὴν om VVaVoViVind Wolf Cent 6 ἴσθι VaVo 9 μὴ V sed η in ras m5 10 αὐτῷ scripsi e V sed ῶ ex ὸν in ras corr m5 αὐτὸν VaVo Wolf 11 ἐπειδ’ ἂν Va 13 οὐγιεινῶ V sed ει inser m5 οὑγινῶ Va ὑγινῶι Vo cf. ep. 69. 78 17 προσ- έβαλεν V sed βαλ in ras e λαβ corr m5 προσέβαλλεν D Ι δαλ- μάτιος Vi fortasse recte 19 μαρκελλίνου VaVo Ι καλεῖτε V sed τε e σ corr m4 20 γευομένων scripsi e S Vi ut coni Seeckius 319 not. 1 γενομένων VVaVo D Wolf Re qui coni „aut ἐξ ἦς leg. aut ἧς cum καὶ mutandum”)
ἄρτι δὲ ὑπολάμποντος πό- νος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν. ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγ- κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.
τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.
τϥδ'.
[*](W 396)Ἀραβίῳ. (355)
Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῄς ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρα- τήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύ- νεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται.
μαθὼν δὲ παρ’ ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπή- κουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς κατα- [*](13 Vi γ΄, πδ΄ (= ωο΄). Va ε΄, [ια΄]. Vo ε΄, τα) [*](2 cf. ep. 409. Seeck 222 14 Sievers 224,4. Seeck 81. 319 16 cf. ep, 397. Seeck 79 16 Aram. M. XV 13, 1. Seeck 283) [*](2 τῶ VaVo 3 ὑπολαμβάνοντος D 4 ἐνέπεσε Β Ι βρόχον V sed πνιγμονὴν suprascr m 3 9 κακῶν V sed ων in lac 1 litt m 5 12 σοὶ Vo Ι ἐπειδὴ νοσεῖν Va sed νοσεῖν del et in ἤπερ corr m 5 14 Ἀραβίῳ scripsi e VVa δρραβίῳ Vo Wolf 16 φὴς libri Wolf 16 ἀγωνιῇ respexisse videtur excerpt. cod. Darmstad. 2773 fol. 333 v ἀγὼν ἡ κρίσις καὶ ἀγωνίζομαι τὸ κρί- νομαι. ὡς Λιβάνιος 19 εἴης scripsi e V sed σ add m 5 εἴη Va Vo Wolf Ι ἐκέλευε Va)
περὶ δὲ τῆς δίκης ὡδί σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ δικαστῇ, δι’. ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι’ ὃν οὐ λήψῃ δίκην.
τϥε΄.
Ἀνθίῳ. (355)
Ἐγὼ πρὸς Ἱεροκλέα γράφων, πολλάκις δὲ τοῦτο ἐποίησα, οὐκ ἔστιν ὅτε προσέθξκα τό· ὅπως ἡμῖν εὖ ποιῇς ἑταῖσον Ἄνθιον. καὶ ἴσως μέν τί σοι κἀΚεῖνος βεβοήθηκεν· εἰ δὲ οὐδέν τι προσέσχεν, ἀλλ’ ἐξεύρηκά γε σύμμαχον, ὃς ἐμήν γε χάριν κἂν διὰ πυρὸς ἔλθοι.
εἶτε οὖν δεῖ σοί τι προσ- γενέσθαι ἀγαθόν, προθυμήσεται· εἴτε λυθῆναι λυπηρόν, οὐκ ἀποκνήσει· εἴθ’ ἕτερον ἄρχοντα πεῖσαι τὰ δίκαια πρὸς σὲ ποι- εἰν, οὐδὲ τοῦτο φεύξεται.