Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὔπω με καθαρῶς ἀπαλλαγέντα τοῦ ἐν τῇ κεφαλῇ κα- κοῦ μεῖζον ἕτερον ἔλαβε κακόν, ὃ τὴν ψυχὴν ἐνέπλησε ζόφου καὶ δι’ ὃ πολλοὶ τῶν φίλων πολύν μοι παρεκάθηντο χρόνον [*](1 Vi γ΄, οζ΄. Va δ΄, οη΄. Vo δ΄, οη΄. S β΄, α΄. Vi [ο΄] γ΄, οη΄. Va δ΄,οθ΄. Vo δ΄, οθ΄. S β΄, λζ΄. Vi [ξα΄]. Vind ρν΄) [*](2 cf. ep. 377. Seeck 290. 349. Silomon 17 15 Sievers 78 not. 48. Seeck 282. 349. 353. Silomon 17) [*](4 ἀρρωστεῖν, πάντως δ’ ἂν ὑγιᾶναι scripsi ἀρρωστεῖν. πάν- τως δ’ ἂν ὑγιάναι ὑγιᾶναι V ὑγέαιναι S) libri Wolf 6 ὅλως V sed ω ex ο corr m4 7 λαβεῖν ἐθέλειν Vi 8 μέν μοι Vi sed τοι supra μοι m3 Ι καὶ] σοι coni Re 10 πολλὰ V sed λἀ e λὰ τε corr m4 11 ὦν ante ἀντιδίδομεν S 12 πρὸς αὐτὸν V sed αὐ in σαυ corr m5, Vi προσαυτὸν Va πρὸς αὑτὸν Vo 15 ἐλπιδίω S τῶ αὐτῶ (i. e. Στρατηγίῳ) Vi τῷ δεῖνα Wolf Cent 17 ἔλαβεν Va 18 δι’ ὃ VVo sed e διὸ corr V5Vo3 διὸ Wolf Cent Ι παρεκάυοντο Vi sed ο eras et η suprascr m3)
τίνα γὰρ οἴει με γενέσθαι πυθόμενον ὡς ἡ φιλτάτη πόλις ἐπὶ τοῖς φιλτάτοις πέπτωκεν ἀνδράσιν; ἠμέλησα μὲν σιτίων, ἔρριψα δὲ λόγους, ἀπεωσάμην δὲ ὕπνον, σιγῇ δὲ ἐπὶ πλεῖστον ἐκείμην, δάκρυα δὲ ἡμῶν ἅμα μὲν ἐπ’ ἐκείνοις, τῶν δὲ ἐπιτηδείων ἐπ ἐμοί, πρὶν δή τις παρῄνεσεν ἐν λόγοις θρηνῆσαι τήν τε πόλιν καὶ τὸν οὐ τοιαύτης ἄξιον, ὦ Ζεῦ, τελευτῆς. ᾧ πεισθεὶς καὶ τοῦ πάθους τι μέρος ἐπὶ τῆς γραφῆς ἐκβαλὼν ἤδη πενθῶ σωφρονῶν.
εἰ μὲν οὗν μὴ καὶ σοὶ τεταράχθαι τὴν γνώμην ἡγούμην ἐστερημένῳ φίλου δείξαντος ἔργοις τοὔνομα, ἐδεό- μην ἄν μοι παρὰ σοῦ φοιτᾶν παραμυθίαν· ἐπεὶ δὲ ἡ πληγὴ κοινή, λείπεταί μοι στένειν, ὃ δὴ καὶ ποιῶ.