Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Κυρίνῳ μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ’, οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος. ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέ- ίας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ λήξαντι τοῦ φιλεῖν συνηδόμην.

ἐκβαίνεις δὴ πάλιν εἰς ἰδιώτην διὰ σπουδῆς, μεθ’ ἦς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βι- θυνίας ἐπιβὰς οὐδ’ ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκι- νήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ’ ἡμῶν ᾠδάς, ἴσως δὲ οὐ φαύλας.

ἀλλὰ χρόνοις ὕστερον ἀφικνεῖταί τις [*](1 Plat. Phaedr. p. 257 E. Dem. p. 997, 6; 1237, 5 cf. ep. 678 9 Seeck 250 16 Arist. nub. 69) [*](1 ἀπαίρεις Vi ἀπαίρεις S 4 τὰ ἀρχαῖα V sed td ἁ in τἀ in ras corr m5, D cf. t. II 272,2; 360, 15; t. III 178, 2 5 τῷ(2)] τὸ Vi 8 πάνθ’ V sed θ’ e τα in ras corr m5, Vi Vind 9 „mallem ἀρχὴν et κλῆσίν“ Re 10 γρ΄ V γράμμα Va VoVind 11 ἐμοὶ scripsi e VaVoVindD ἐμε S ἐμὲ V sed ε in ras m5, Vi Wolf Ι δ’ Va Wolf Ι οὔ· τὶ ex οὔτι corr Vi | δεῖ Vi 12 Κυρίνω — 17 συνηδόμην om Vind 15 δή V sed ex ε corr m4, Va Vo Ι εἰ scripsi e V sed in ras e καὶ corr m5, SD καὶ VaVo Wolf 16 τίς scripsi e VVoSD ut coni Re τὶς Vi τις Va Wolf Ι οὖν post ἂν V sed del, VaVo Wolf delevi 18 αἰεὶ V sed ι eras, VaVo Vind D Wolf 21 δ’ V sed | ex ὲ corr m5, SD)

378
Γαλάτης, ἐπιεικὴς ἄνθρωπος, Ἀρσακίου συγγενής. δίκη δὲ ἦν αὐτῷ καὶ ἔδει τῆς τοῦ κρινοῦντος εὐνοίας. οὗτός μοι κο- μίζει γράμματα σά τε καἰ οὐ σά. τῆς μὲν γὰρ σῆς ἦν, οἶμαι, χειρός, τῆς δὲ σῆς οὐκ ἦν διανοίας, μᾶλλον δὲ τῆς σῆς ταυ- τῇσί τῆς δευτέρας· οὕτως οὐδὲν τῆς συνηθείας ἐκείνης ἐνετε- τύπωτο, ἀλλὰ πικρά τε ἦν καὶ ἄγρια καὶ δηλοῦντα, ὡς ἄρα ἀναγκασθείης καὶ πρὸς τὴν ἀνάγκην ἄχθοιο.

ἐγὼ μὲν οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμ- ψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέ- τρεπεν ἀρνεῖσθαι.

σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύ- πτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως οὐ λύσεις τὴν αἰτίαν.

βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκά- ζοῦσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ’ οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ’ ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύ- κης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον.

[*](16 [Plut.] prov. Alex. 74)[*](1 δ Va Wolf 3 ἦν om S Vi 4 τῆς σὴς inser S om Vi 5 ἀληθείας D 6 πικρά scripsi μικρά libri sed γρ πικρά suprascr S, Wolf 9 σιωπᾶν scripsi e VS sed in hoc γρ σιγᾶν suprascr, Vi del Va σιγᾶν VoVindD Wolf 10 δεῖ V sed εῖ in ras m5 Ι ἐπέτρεψεν D 11 δ’ SVi Wolf Ι ἂν τὴν μὶν Vi 12 γε Vi 13 δεήσῃ λόγων V sed σῃ λ in ras m5 15 νομί- ζουσιν ὔρυμόν τινα reposui e libris sed νομίζουσιν om Vo Εὔρυμόν τινα νομίζουσι Wolf Ι ταῦτα V sed α in ras e ’ corr m5 15—18 ὁ — Εὔρυμον citat exc Neap 16 διέβαλλε V sed λ(2) eras m5 διέβαλε SViVindD Neap 18 ἐγίνετο V sed ι in ε corr m5 VaVo Ι ἐπὶ S aed γρ περὶ suprascr περὶ Neap fortasse recte)
379

τπζ΄.

[*](W 390)

Θαλασσίῳ. (358)

Χρηστὸς εἶ γράμματα ζητῶν καὶ φάσκων τῷ μὲν οὐ λαβεῖν ἀρρωστεῖν, πάντως δ’ ἂν ὑγιᾶναι λαβών. ἐκεῖνό γε μήν, οὐδ’ εἰ πάνυ βουλοίμην χαρίζεσθαι, χρηστὸν ἔχω καλεῖν τὸ τρεῖς ἐπιστολὰς εἰληφότα κατηγορεῖν ὡς ὅλως σεσιγηκότος. ὅτι μὲν γὰρ ἡ τοῦ πάλιν ἐθέλειν λαβεῖν ἐπιθυμία πρὸς τὸ ψεῦδος ἄγει, δῆλον· ἐξῆν μέντοι καὶ τὸ δοθὲν ὡς μικρὸν αἰτιώμενον ἀληθεύειν τε ὁμοῦ καὶ πλείω ζητεῖν.

ἀλλ’ ἡμεῖς γε παρὰ τῶν σῶν ὁμολογοῦμεν ἀεί τε καὶ πολλὰ λαμβάνειν γαῖ ὧν βουλόμεθα πλείω. οἶς ἀντιδίδομεν χάριν τὸ σοὶ παρ- αινεῖν μνησθῆναι τῆς ἀγαθῆς γυναικὸς καὶ πρὸς σαυτὸν ἀεὶ λέγειν ὅτι πατὴρ οὔπω γέγονας.

τπη΄.

[*](W 391 (Cent 6))

Στρατηγίῳ. (358/59)

Οὔπω με καθαρῶς ἀπαλλαγέντα τοῦ ἐν τῇ κεφαλῇ κα- κοῦ μεῖζον ἕτερον ἔλαβε κακόν, ὃ τὴν ψυχὴν ἐνέπλησε ζόφου καὶ δι’ ὃ πολλοὶ τῶν φίλων πολύν μοι παρεκάθηντο χρόνον [*](1 Vi γ΄, οζ΄. Va δ΄, οη΄. Vo δ΄, οη΄. S β΄, α΄. Vi [ο΄] γ΄, οη΄. Va δ΄,οθ΄. Vo δ΄, οθ΄. S β΄, λζ΄. Vi [ξα΄]. Vind ρν΄) [*](2 cf. ep. 377. Seeck 290. 349. Silomon 17 15 Sievers 78 not. 48. Seeck 282. 349. 353. Silomon 17) [*](4 ἀρρωστεῖν, πάντως δ’ ἂν ὑγιᾶναι scripsi ἀρρωστεῖν. πάν- τως δ’ ἂν ὑγιάναι ὑγιᾶναι V ὑγέαιναι S) libri Wolf 6 ὅλως V sed ω ex ο corr m4 7 λαβεῖν ἐθέλειν Vi 8 μέν μοι Vi sed τοι supra μοι m3 Ι καὶ] σοι coni Re 10 πολλὰ V sed λἀ e λὰ τε corr m4 11 ὦν ante ἀντιδίδομεν S 12 πρὸς αὐτὸν V sed αὐ in σαυ corr m5, Vi προσαυτὸν Va πρὸς αὑτὸν Vo 15 ἐλπιδίω S τῶ αὐτῶ (i. e. Στρατηγίῳ) Vi τῷ δεῖνα Wolf Cent 17 ἔλαβεν Va 18 δι’ ὃ VVo sed e διὸ corr V5Vo3 διὸ Wolf Cent Ι παρεκάυοντο Vi sed ο eras et η suprascr m3)

380
πάσαις ἐπῳδαῖς πειρώμενοι διασῶσαί μου τὰς φρένας.

τίνα γὰρ οἴει με γενέσθαι πυθόμενον ὡς ἡ φιλτάτη πόλις ἐπὶ τοῖς φιλτάτοις πέπτωκεν ἀνδράσιν; ἠμέλησα μὲν σιτίων, ἔρριψα δὲ λόγους, ἀπεωσάμην δὲ ὕπνον, σιγῇ δὲ ἐπὶ πλεῖστον ἐκείμην, δάκρυα δὲ ἡμῶν ἅμα μὲν ἐπ’ ἐκείνοις, τῶν δὲ ἐπιτηδείων ἐπ ἐμοί, πρὶν δή τις παρῄνεσεν ἐν λόγοις θρηνῆσαι τήν τε πόλιν καὶ τὸν οὐ τοιαύτης ἄξιον, ὦ Ζεῦ, τελευτῆς. ᾧ πεισθεὶς καὶ τοῦ πάθους τι μέρος ἐπὶ τῆς γραφῆς ἐκβαλὼν ἤδη πενθῶ σωφρονῶν.

εἰ μὲν οὗν μὴ καὶ σοὶ τεταράχθαι τὴν γνώμην ἡγούμην ἐστερημένῳ φίλου δείξαντος ἔργοις τοὔνομα, ἐδεό- μην ἄν μοι παρὰ σοῦ φοιτᾶν παραμυθίαν· ἐπεὶ δὲ ἡ πληγὴ κοινή, λείπεταί μοι στένειν, ὃ δὴ καὶ ποιῶ.

[*](W 392 (Cent 31))

τπθ.

Μοδέστῳ. (358/59)

Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην, [*](13 Vi γ΄, οθ΄. Va δ΄, π΄. Vo δ΄, π΄. S β΄, μζ΄. Vi [ριζ΄]. Vind ρπη΄) [*](2 cf. t. IV 329, 1 sq. 4 Plat. rep. IX p. 571 E 7 Aristaene- tum cf. ep. 33 et 30 10 Eur. Alc. 339. Or. 454 14 Seeck 214. 349. Silomon 17) [*](1 πάσαις ἐπωιδαῖς V sed e πάσας ἐπωιδάς corr m5 Ι μοι V 1 τίνα — 2 πυθόμενον praemissis verbis οἴει καὶ οῑμαι ἀντὶ ὑπολαμβάνω ποτὲ μὲν λαμβάνει τὴν οἰκείαν σύνταξιν κα) ἀπαρεμφάτῳ συντάσσεται, ὡς καὶ Λιβάνιος citat Lacapenus cod. Mosq. 316 fol. 61 3 ἀνδράσι VaVo Wolf 4 ἀπεωσάμην V sed γρ αι διεωσάμην in marg m5 Ι ἐπιπλεῖστον ViVind 5 δά- κρυα — 6 ἐμοί om Vi Ι δάκρυα V sed α suprapos m4 Ι ἅμα ἡμῶν V sed in ras ex ἐμοὶ μὲν ἅμα ut Videtur corr m4 Ι δ’ Va Wolf 6 μέχρι S sed γρ πρὶν suprascr., Vi Wolf ed Ι τε inserui e V om VaVoSViVind Wolf 7 ἅ V sed in ὦ corr m4, VaVo 8 τί VVoSViVind 10 ἐστερημένου Vo 14 τῶ αὐτῶ (i. e. Μοδέστῳ) S (i. e. Ιουλιανῷ Vi 15 δ’ Va Wolf 16 ποίησον — 17 ἀληθινήν citat exc Neap 17 ἀληθινήν] τὴν ἀληθινὴν φίλου δείξαντος ἔργοις τοὔνομα Neap)

381
ἱκανῶς τεθεράπευται· εἴτε ἔδει τοὺς ἀνθρώπους μαθεῖν ὅστις εἶ πρὸς ἥλιον φλέγοντα, τῆς Ἡρακλέους καρτερίας οὐ λελεῖ- φθαι δοκεῖς.

τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ οὐκ ἔχεις;

ἀλλ’, w γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ’ ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δε'- μι- σθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.