Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἄξιοί γε ἐπαίνων οἱ πόνοι, δι’ ὧν τε σώζεις τὰς πόλεις καὶ οἶς τὴν νόσον ἀπήλασας. πιστεύω γὰρ οὖν αὐτὴν ἐκβε- βλῆσθαι σῇ τε καρτερίᾳ καὶ Μαρκέλλου σοφίᾳ καὶ θεῶν βοη- θείᾳ. τῶν γὰρ ἀγαγόντων σε παρ’ ἡμᾶς ἐπὶ φυλακῇ τῶν ἐθνῶν ἦν δήπου καὶ δύναμιν εἰς τὸ φυλάττειν δοῦναι.
Μάρκελλος δὲ τοὺς μὲν ἄλλους ἀνιστὰς ἐπῃνεῖτο, νῦν δ’ ἂν εἰκότως καὶ στεφανωθείη ἰασάμενος ἄνδρα μυρίας ἰώμενον πόλεις.
ἀλλ’ ἐπειδὴ τἀκεῖ τεθεράπευκας ἱκανῶς, φάνηθι καὶ τῇδε φανήσῃ δὲ ἐρῶσιν, οἷς ἡδὺ τὸ ἄρχεσθαι πεποίηκας τῇ τῶν τρόπων ἐπιεικείᾳ.
[*](9 Vi γ΄, οδ΄(= ωξ΄). Va δ΄, οε΄. Vo δ΄, οε΄. S β΄, μς. Vi [ ρις΄])[*](2 cf. ad ep. 359 10 Sievers 228, 3. Seeck 214. 349. Silo- mon 17. 20 13 cf. ep. 362. 378)[*](1 σοὶ VVaVo 3 ἀρρωστοῦσιν Vind sed ν add 4 οἶ scripsi οὖ libri Wolf 5 καλλίων V sed add m4 10 ἰουλιανῶ Vi 11 σώιζεις V 13 μαρκέλου Vi Ι θεῶν V sed ῶν ex ὸν corr m4 18 ἀλλ’ — ἱκανῶς praemissis verbis τὸ δὲ ἐκεῖ, ἐκεῖσε καὶ ἐκεῖθεν οὐ μόνον ἐπὶ ἄλλου τόπου, ἀλλὰ καὶ ἐφ’ οὑ ἐστιν ὁ πρὸς ὃν τοὺς λόγους ποιούμεθα, τίθεμεν Λιβάνιος ἐν ἐπι- στολῇ — καὶ πάλιν ἐν ἑτέρᾳ citat Thomas Mag. s. v. ἐνταῦθα p. 134, 16 R Ι ἐπεὶ Thom 19 δ’ Wolf)375