Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἔ λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων, τὸ δ’ ἀπ’ ἐμοῦ τοῦ φίλου.

τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ [*](14 Vi γ΄, νθ΄. Va δ΄, ξ΄. Vo δ΄, ξ΄. S β΄, λε . Vi [ λη΄]. Vind ρπζ) [*](2 sq. Constantinopolin cf. Themist. or. XVII p. 214 c 4 cf. ep. 376. Seeck 297 8 Od. α 208 15 Sievers 87 not. 13. Seeck 189. 345, Silomon 16 17 Dem. Lept. § 78 p. 480, 19 cf. ep. 491) [*](1 ηπειλησεν et ἔδρασεν Va 3 φίλων Fsed in φιλῶν corr m5 | φύσει S 4 παραδοὺς reposui e libris παραδιδοὺς edd Ι θρακίοις Va Vo Vi W Vind edd 5 ὅς om VVa Vo sed in hoc inser m4, S Vi | ὅσα V sed in ras m2 Ι ἔδειξεν V sed εν in α corr m5, Vo sed εδει in ras m3 ἔδειξα Vi 7 ζητιῖ om W Ι γάρ ἐστι V Ι ἔτι om W 8 οὐχόπως VaVo sed in hoc in οὐχ ὅπως corr m3 Ι οὐτος Vi ὅτως W 11 ἔδωκαν Vi 12 καλὰ reposui e libris ut coni Wolf κακὰ edd Ι λόγους V sed λ et γ in ras m4 e π et ν ut videtur corr 13 ἄρχὴ repoaui e libris ἄρχειν edd 15 τῶ θεοκατ- αράτω ante ἰουλιανῶ Vi Ι Καίσαρι post ἰουλιανῶ Va2, ras 7—8 litt V, οὔπω βασιλεῖ Palerm. II D 9) 16 τὴν Va sed ὴν ex ῆ corr m2 Ι λόγοις Vi 17 ὅπλοις Vi Ι ἕστηκεν Va Ι τῶν inser V4 om VaVo 18 δὲ Vo Ι ἀπεμοῦ Va Ι τὸ inser V5 Vind2 om VaVo)

354
κεκρατημένῳ. πᾶσι γὰρ δὴ πατράσιν εὐχῆς μέρος παίδων ἡτ- τᾶσθαι, καὶ σὺ παρ’ ἐμοῦ λαβὼν τὰς εἰς τὸ γράφειν ὁδοὺς οἷς ἔλαβες τὸν δόντα παρήνεγκας.

περὶ δὲ τοῦ μέτρου τῆς ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥή- τορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι.

ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠή- θην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦν- τες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας παροψόμεθα τὸν νόμον.

αὐτὸ γὰρ τοῦθ’ ὃ σὺ φῄς, ὡς αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὐπ ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ’ ἄλλου μακρὰ γράφοντος ἐνοχληθείη.

νῦν οὖν ἐπειδή με παρακαλεῖς εἰς μῆκος, ὑπακούσομαι. καί σοι συγχαίρω πρῶτον μέν, ὅτι τὰ ὅπλα ἔχων ἐν χεροῖν οὐκ ἐξέλυσας τὴν περὶ λόγους σπουδήν, ἀλλὰ μάχῃ μὲν ὡς οὐδὲν ἄλλο δρῶν, ζῇς δὲ ἐν βιβλίοις ὡς ἀφεστηκὼς μάχης· ἔπειθ’ ὅτι τῷ μεταδόντι τῆς ἀρχῆς οὐ [*](1 II. ζ 476 sq. 3 cf. t. II 81, 19 4 Plat. Phaed. p. 63 B 5 cf. t. II 81, 18 8 Plat. apol. p. 18 D 12 lul. ep. 2 Hertl. 14 lul. ep. 3) [*](1 πᾶσι — ἡττᾶσθαι omisso γὰρ citat Macarius Chrys. fol. 95 3 οἷς ἔλαβες om SViVind 5 τῷ] τὸ Vi Ι οὐχῆττον Va 6 τῆς inserui e libris om Wolf 7 προτοῦ Vind 8 τοσοῦτον ἄνδρα Vi 9 ἀγώνων scripsi e V sed in λόγων corr m5, VaVi Vind λόγων VoS Wolf 11 δὴ post γὰρ Vi Ι τοῦθ’ ὃ σὺ scripsi e V sed e τοῦτο ὃ corr m4, S Vi τοῦτο ὃ Va Vo Vind Wolf Ι φὴς libri Wolf 12 ἐπιστολαὶ V sed ἑ in ras ex αἱ corr m3 | διὰ τὸ V sed e δια corr m4 13 αὐτὰ VaVo Ι ὐπασχολίας Va 14 ἔχοι Vi Ι μακρὰ V sed α ex ι corr m3 16 πρῶτα Vi Ι μέν inser V4 om VaVo 17 ἐξέλυσας reposui e libris ἐξέδυσας γρ βιβλίοις Wolf 18 δ’ Vi Ι βίβλοις S 19 ἐπεὶ θ’ Va Ι post ἀρχῆς ras 2—3 a litt V)

355
παρέσχες μετάμελον, ὅτι μετέδωκεν, ἀλλ’ ἡγούμενος τὸν αὐτὸν ἀνεψιόν τε εἶναί σοι καὶ συνάρχοντα καὶ δεσπότην καὶ διδά- σκαλον οἷς τε πράττεις ἐκεῖνον ἐπιφημίζεις καὶ πρὸς τοὺς ἐν- αντίους πίπτοντας λέγεις· τί δ’ ἂν ἐπάσχετε βασιλέως φανέντος;

ταῦτα ἐπαινῶ καὶ τὸ μὴ μετὰ τῆς ἐσθῆτος ἀμεῖψαι τὴν γνώμην μηδ’ ὑπὸ τῆς ἐξουσίας ἐκβαλεῖν τὴν μνήμην τῶν φίλων. καί σοι πολλὰ ἀγαθὰ γένοιτο, ὅτι με τὸν ἐπαινοῦντα τὴν σὴν φύσιν οὐ ψεύστην ἀπέφηνας, μᾶλ- λον δέ, ὅτι ψεύστην ἀπέφηνας οὐδὲν εἰπόντα τοσοῦτον ὀπό- σον ἔδειξας.

ἐκεῖνό γε μὴν σὸν ἀτεχνῶς καὶ ἐξ οὐδενὸς παραδείγματος ὁρμηθέν. τῶν γὰρ ἄλλων ὁμοῦ τῇ βασιλείᾳ δε- παραδείγματος καὶ χρημάτων ἔρωτα καὶ τῶν μέν, εἰ καὶ μὴ πρότε- ρον ἐπεθύμουν, ἀρχομένων ἐρᾶν, τῶν δ’ ἐπιτεινόντων προ- ενοικοῦν τὸ πάθος σὺ μόνος ἐν δυναστείᾳ καταστὰς τῶν πα- τρῴων ἀπέστης τοῖς γνωρίμοις τῷ μὲν οἰκίαν διδούς, τῷ δὲ ἀνδράποδα, γῆν ἑτέρῳ, χρυσίον ἄλλῳ, καὶ διεδείχθης ἰδιώτης μᾶλλον ἢ βασιλεὺς εὔπορος.

καὶ μή με οἴου τῶν φίλων ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω γὰρ εἰπεῖν, ἀνθ’ ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε ἄλλα βούλοι’ ἂν εἶναι, δι’ ὦν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον [*](1 παρέδωκεν Wolf ed Ι ἀλλὰ τὸν αὐτὸν ἀνεψιὸν ἡγούμενος εἶναι σοι S sed γρ ἀλλ' ἡγούμενος τὸν αὐτὸν ἀνεψιόν τε εἶναί σοι in marg, Vi 3 ἐναντίως Wolf Cent 4 ἐφάσκετε VSVind Wolf Cent 6 μὴ δ’ Vind μὴ δὲ Vi 7 „poterit recipi lectio cod. Par. 1000 κἀφαθὰ“ Boissonadius Psell. de oper. daem. 243 γρ τοσοῦτον ὀπόσον 9 δὲ V sed in δ’ ὅτι corr m4 Ι δ’ SVind Ι τοιοῦτον ὅσον S 10 ἀτεχνῶς om Vi 13 δὲ VaVo 14 πατρώων S 15 διδούς· scripsi e V sed δι eras, VaVoVind δοὺς SVi Wolf Ι δ’ Vi 16 μᾶλλον ἰδιώτη Vi 17 οἴου reposui e libris οἴει Wolf 19 ἀνθ΄ ὅτου S sed γρ ἀνθότου suprascr ἀνθότου V sed in ἀνθ’ ὅτου corr m4, VaVoVind Ι τάτ’ V sed e τάτε corr m4, SVi 20 βού- λοις Wolf βούλοιο coni Re Ι εῑναι inserui e VaVo om VSVi Vind Wolf Ι εὐδοκιμοῦσι Vi 21 τίς VaVoVind Ι ἶσον VaVo Wolf)

356
ἐρχόμεθα τοῖς βαρβάροις.

ἔδεισας οὖν μὴ λαβόμενος εὐπο- ρίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάτ- τειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαν- τεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς ἄλφιτα μὲν Kαπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ᾿ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ.

ἀλλ’ ἔστι τὸ μὴ δοῦναι κηδομένου τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημά- των, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.