Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
τούτῳ παῖς ἐστιν Ὁνω- ράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγα- θός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.
ἄπεστι μὲν οὖν οὐ μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμη- σον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ’ ἡμῶν ἀντὶ τούτων ὃ κεκτή- μεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.
τξζ΄.
[*](W 370)Μοδέστῳ. (358/59)
Ἀρ’ ὅπερ αὐτοὶ πεπόνθαμεν, τούτῳ καὶ αὐτὸς κατεδχέ- θης; ἡμεῖς ἑσπέρας προσιούσης, ὅτε δὴ βαδίζειν εἰώθαμεν παρὰ σέ, παρὰ μὲν τῶν ποδῶν ἀπαιτούμεθα τὴν ὁδόν, ἰδεῖν δέ <σε> α οὐκ ἔχοντες ἀλγοῦμεν.
ἴσως δὴ καὶ αὐτῷ σοι γίγνεται δύντος ἡλίου. διδάσκομαι δὲ τοῦτο τῷ τε ἄλλῳ σου τρόπῳ καὶ ταῖς αἰτίαις αἷς με ᾐτιῶ παραπέμποντά σε.
ἔλεγες τοίνυν ἠδικῆσθαι δύ’ ἡμέρας ἐκλιπόντος μου τὴν συνουσίαν, καὶ ἦν ἡδίω μέλιτος τὰ ἐγκλήματά μοι. κατηγοροῦντος δέ μου τοῦ νοσήματος, ὃ τὴν κεφαλὴν ἐνοχλεῖ, καὶ φάσκοντος οἴκοι [*](11 Vi γ΄, νη΄. Va δ΄, κη΄. Vo δ΄, κη΄. S β΄, μη΄. Vi [ ριη΄]) [*](12 Sievers 73 not. 11. Seeck 214. 345. Silomon 16. 20 sq. 18 cf. t. 1119,13) [*](1 ὀνωράτος VVoSViD 2 ἐμοὶ C 3 τε Wolf 5 τότε οἶμαι V 7 ἀπὸ SCD cf. t.I 131,22 Ι ἀποκαλῆς Vi Ι οὕτως post καλῆς VaVo Wolf et in marg V5 8 τῶν νέων scripsi e S ViCD τὸν νέον VVaVo Wolf 10 ὁμολογία om C 12 τῷ αὐτῷ (i. e. οδέστῳ) S (i. e. Ἰουλιανῷ) Vi 13 Ἄρ’ Fa 14 ὅτε reposui e libris ὅτι Wolf Ι εἰώθαμεν scripsi e SVi εἰώθειμεν V VaVo Wolf 16 σε iuserui cum Seeckio 345 om libri Wolf Ι ταὐτὸ γίγνεται V sed ο ex ον corr et γ(2) inser m5 19 ἠδικεῖσθαι Vi)
ταῦτα δὴ τὰ τῶν ἰδιωτῶν πρὸς ἀλλήλους ὁ ἄρχων πρὸς τὸν ἀρχόμενον. τὸ δὲ φιλούμενον οὕτως εἰδέναι φιλεῖν τοῦ δικάζειν, ὥσπερ δικάζεις, οὐ μεῖον εἰς ἀπόδειξιν ἀρετῆς.
ὅτι μὲν οὖν τῷ πόνῳ μὲν μιμῇ τὸν Ἡρακλέα, τῷ τάχει δὲ τὸν Περσέα, καλῶς οπιεῖς. ἀλλά σου δεόμεθα τῶν πτερῶν μὴ μόνον ὑπὲρ τὸν Εὐφράτην σε τα- χέως ἄγειν, ἀλλὰ καὶ πρὸς Ὀρόντην, τὸν ἡμέτερον ποταμόν, ἐπανάγειν ὀξέως.
τξη΄.
Θεμιστίῳ. (358)
Ἴδου σοι, τὸ πάλαι ῥαπτόμενον ἐπὶ τέλος ἥκει· τὴν Ἁρ- ποκρατίωνος ἡμᾶς ἀφελόμενος γλῶτταν ἔδωκας τοῖς οὐδὲν δεο- μένοις καὶ δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυ- κἀς, μᾶλλον δέ, ἔτεμες κατ’ ἐκεῖνον τὸν οὐ δυνηθέντα λῦσαι. εἰ μὲν γὰρ πείσας εἶχες, ἔφην ἄν σε λελυκέναι, νῦν δέ, ἐβιάσω γάρ, φημί σε τεμεῖ καὶ μειδιᾷς δὴ μεγάλα φρονῶν ἐπὶ με- γάλῃ τῇ δυνάμει καὶ πᾶν ὅ τι ἂν ἐθέλῃς ἕλκε
ὁ Ζεὺς δὲ ἐκεῖνος, ὁ σὸς προστάτης καὶ παρ’ οὗ κατέβης καὶ πρὸς ὃν ἄπει, πρόχειρον ὂν γῆν καὶ θάλατταν ἀνασπάσαι καὶ κρεμά- [*](10 Vi γ΄, νη΄. Va δ΄, νθ΄. Vo δ΄, νθ΄. S β΄, qθ΄. Vi [ σνθ΄]. W ρκ΄. Vind ρνε΄. Fabric. Bibl. gr. VIII 52 n. XlII) [*](11 Sievera 76 not. 36. Seeck 297. 345. Silomon 16 12 cf. ep. 364. Seeck 298. 14 Plut. Alex. 18 20 II. θ 18 sq.) [*](1 ἐξεῦρεν Vi 2 μηνῦσαι SVi fortasse recte at cf. ep. 48; t. II 10,4 3 δὲ scripsi δὴ libri Wolf 5 μὶν(2) irser V5 6 δὲ inser V5 8 ὀρρόντην V sed ρ(2) inser m4 VoSVi Wolf cf ep. 780. 897. 1259 12 τέλους W | ἀρποκρατίωνος Va 13 ἡμὰς et γλῶτταν scripsi e VaVoSViWVind ἡμῖν et γλῶσσαν V edd 14 γοργίου W Vind 15 λύσαι Va Vo 16 μὲν om Wolf Cent Fabr Ι γε VVaVoSVi Wolf ed Ι ἔφην scripsi e VVa εἶπον VoSViWVind edd 18 ὡς ante πᾶν V eed del m4 Ι ἐθέλῃς reposui e libris sed ι post η eras Va θέλοις edd 20 ὂν Va Ι ἀνασπᾶσαι S Vind)
λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἴΜεν, εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτη- μένος ὀψέ ποτε ἐξήνεγκας.
τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρε- σβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλ- θεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.