Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἴδου σοι, τὸ πάλαι ῥαπτόμενον ἐπὶ τέλος ἥκει· τὴν Ἁρ- ποκρατίωνος ἡμᾶς ἀφελόμενος γλῶτταν ἔδωκας τοῖς οὐδὲν δεο- μένοις καὶ δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυ- κἀς, μᾶλλον δέ, ἔτεμες κατ’ ἐκεῖνον τὸν οὐ δυνηθέντα λῦσαι. εἰ μὲν γὰρ πείσας εἶχες, ἔφην ἄν σε λελυκέναι, νῦν δέ, ἐβιάσω γάρ, φημί σε τεμεῖ καὶ μειδιᾷς δὴ μεγάλα φρονῶν ἐπὶ με- γάλῃ τῇ δυνάμει καὶ πᾶν ὅ τι ἂν ἐθέλῃς ἕλκε

ὁ Ζεὺς δὲ ἐκεῖνος, ὁ σὸς προστάτης καὶ παρ’ οὗ κατέβης καὶ πρὸς ὃν ἄπει, πρόχειρον ὂν γῆν καὶ θάλατταν ἀνασπάσαι καὶ κρεμά- [*](10 Vi γ΄, νη΄. Va δ΄, νθ΄. Vo δ΄, νθ΄. S β΄, qθ΄. Vi [ σνθ΄]. W ρκ΄. Vind ρνε΄. Fabric. Bibl. gr. VIII 52 n. XlII) [*](11 Sievera 76 not. 36. Seeck 297. 345. Silomon 16 12 cf. ep. 364. Seeck 298. 14 Plut. Alex. 18 20 II. θ 18 sq.) [*](1 ἐξεῦρεν Vi 2 μηνῦσαι SVi fortasse recte at cf. ep. 48; t. II 10,4 3 δὲ scripsi δὴ libri Wolf 5 μὶν(2) irser V5 6 δὲ inser V5 8 ὀρρόντην V sed ρ(2) inser m4 VoSVi Wolf cf ep. 780. 897. 1259 12 τέλους W | ἀρποκρατίωνος Va 13 ἡμὰς et γλῶτταν scripsi e VaVoSViWVind ἡμῖν et γλῶσσαν V edd 14 γοργίου W Vind 15 λύσαι Va Vo 16 μὲν om Wolf Cent Fabr Ι γε VVaVoSVi Wolf ed Ι ἔφην scripsi e VVa εἶπον VoSViWVind edd 18 ὡς ante πᾶν V eed del m4 Ι ἐθέλῃς reposui e libris sed ι post η eras Va θέλοις edd 20 ὂν Va Ι ἀνασπᾶσαι S Vind)

353
σαντα ἀφεῖναι μετεώρους ἠπείλησε μέν, οὐκ ἔδρασε δέ. σὺ δὲ ἄνευ σειρᾶς ἀπὸ νεύματος ἐν χεροῖν ἔχεις ὅ τι ἂν δόξη. τὴν μὶν οὖν σαυτοῦ φιλῶν φήσεις οὐκ ἀδικεῖν, σῶμα δὲ Αἰγύ- πτιον παραδοὺς Θρᾳκίοις πνεύμασιν ὅρα τί δράσεις.

λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἴΜεν, εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτη- μένος ὀψέ ποτε ἐξήνεγκας.

τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρε- σβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλ- θεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.