Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

μακαρίζω δὲ ἔγωγε τὴν Νικομήδους καὶ κειμένην. ἴδει μὲν γὰρ ἑστάναι, τετίμηται δὲ ὅμως πεσοῦσα δάκρυσι σοῖς. τοῦτο δὲ οὐ μεῖον οὔτε τῶν θρήνων, οὓς ἐπ’ Ἀχιλλεῖ Μούσας ἐγεῖραι λόγος σὔτε τῆς ᾑμαγμένης ψεκάδος, 5 ἣν ἐπὶ Σαρπηδόνι μέλλοντι τελευτήσειν ἀφῆκεν ὁ Ζεὺς παῖδα φίλτατον τιμῶν.

τοῦ μὲν οὖν τὴν πάλαι πόλιν αὖθις γενέ- σθαι πόλιν ὑμῖν μελήσει, Ἐλπίδιος δὲ ἦν μὲν καὶ πρότερον ἀγαθός, νῦν δὲ ἡ τῶν τρόπων ἐπίδοσις ἀξία θαυμάσαι. καὶ οὐκ ἄρα μόγον τὸ τοῦ Σοφοκλέους

σοφοὶ τύραννοι τῇ σοφῶν συνουσίᾳ,

ἀλλὰ καὶ βασιλέως σοφία τοῖς συνοῦσιν ἆν εἰς ἀρετὴν ἡγοῖτο.

οἷα καὶ σὺ τουτονὶ τὸν ἄνθρωπον ὤνησας οὐ μᾶλλον εὐ- πρρώτερον ἢ βελτίω δείξας. καὶ γὰρ εἰ καὶ νεώτερος Ἐλπι- δίου. σὺ γέγονας τῶν γε καλῶν τούτων Ἐλπιδίῳ διδάσκαλος 15 τῷ πρεσβυτέρῳ, τῆς ἐπιεικείας, τῆς προθυμίας τοῦ ποιεῖν εὑ τοὺς φίλους, τοῦ ποιοῦντα χαίρειν, τοῦ πρᾴως τοῖς ἀγνῶσιν ἐντυγχάνειν τοῦ τὸν ἐντυγχάνοντα κατέχειν. ὅσοι γὰρ αὐτῷ προσελθόντες προσεῖπον, τοσοῦτοι τὸν ἄνδρα ἐθαύμασαν, εἶτα εὐθὺς ἐφίλησαν καὶ μᾶλλόν τι τὴν σὴν κατεθεάσαντο γνώμην [*](3 Od. ω 60. Qu. Smyrn. Ill 592 4 II. π 450 sq. 7 Seeck 170 9 Soph. Ai. Locr. fr. 13 N 2. Zenob. V 98) [*](1 ἔλθη S δ᾿ Vo Wolf Νικομήδους reposui e libris Νικομήδειαν edd 2 τετίμηται δὲ ὅμως πεσοῦσα inser Vo 2 om V Vi pr πε- οῖ, σοῦσα om Wolf 3 διάκρισισ S | μεῖζον S 4 λόγοις Vi | ψε- κάδος Vo sed ε ex α corr m 2 5 τῷ ante σαρπηδόνι S | ἀφῆκε ζεὺς V sed ν ὁ inser m 2, SVi | φίλτατον παῖδα SVi 8 καὶ om S Vi 9 σοφοκλέους Vo sed ποιητοῦ in marg 10 τῇ scripsi e VS Vi τῶν Vo edd 11 σοφίᾳ pr | ἡγεῖτο S Vi 13 καὶ (2) inser Vo 2 et inserendum coni Re om VS Vi edd 14 comma post Ἐλπιδίου inserui | ἄλλα inter γέγονας et τῶν inser Vo et in ἀλλὰ corr m 2 | comma post γέγονας S et inser Vo 2 | γε in- serui e S Vi om V Vo edd | τούτω V 16 εὑ ποιεῖν S 16 πράως V Vi | ἀγνοοῦσιν S Vi 19 τοι Vi)

33
ἐν τοῖς ὑπὸ σοῦ πεπιστευμένοις.

ἐμοὶ δὲ καὶ τούτῳ πυκνοὶ μὲν οἱ πρὸς ἀλλήλους λόγοι, πάντες δὲ περὶ σοῦ τε καὶ τῆς γνώμης ἣν ἔχεις καὶ τῶν πραγμάτων ἐν οἵοις ὢν ὅστις εἶ πρὸς αὐτά. καὶ οὕτως ἐγγὺς ὧν πράττεις ἰπὶ τῆς διηγήσεως ἦν, ὥστε σοι μικροῦ διελεγόμην ὡς ἂν παρόντι.

κάλλιστον δὲ ὧν ἤκουον τὸ ἐλαύνειν σε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν καὶ τὸν αὐτὸν ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. Ἀχιλλεῖ μὲν γὰρ Ὁμήρου ἴδει καὶ Ἀλεξάνδρῳ πολ- λῶν Τιτήνων, τρόπαια δὲ τὰ σὰ μνήμης τεύξεται τῇ τοῦ στή- σαντος φωνῇ· τοσοῦτον ἔφθης τοὺς σοφιστὰς οὐ τὰ ἔργα μό- νον πόνον αὐτοῖς προθείς, ἀλλὰ καὶ τὴν πρὸς τοὺς λόγους οὓς ἐπὶ τοῖς ἔργοις ἐποίησας ἅμιλλαν.

πρόσθες δὴ τοῖς τρο- παίοις καὶ τὸ Πομπηιανὸν τῶν δικαίων τυχεῖν καὶ νόμισον καὶ ταύτην οὐ φαύλην τὴν παράταξιν. ὁ δὲ ἀνὴρ οὗτος ἐκεῖ νός ἐστιν, ὅν ποτε ἐνθένδε πρεσβεύοντα ἡδέως εἶδες ἐν Βιθυ- νίᾳ καὶ μαθὼν ὧν ἀπεστέρητο κατέστησας εἰς ἐλπίδας, ὡς ἄρα κομιεῖται τὰ αὑτοῦ. τούτων μοι μεμνῆσθαι τῶν ὑποσχέ- σεων, ὡ βασιλεῦ.

[*](8 Arrian. anab. prooena. 2 18 Sievers 54 not. 7. 246. Seeck 241 ΙΙ 16 cf. ep. 441)[*](2 γένους VS Vi γένος Vo sed del et περὶ suprascr m 2, pr 3 ἐν οἴοις ὢν scripsi e V ἐνίοις ὧν Vo sed in ἐν οἵοις ὢν corr m 2, S Vi ἐν οἷς ὢν edd | πρὸς αὐτοῖς δὲ καὶ οὕτως coni Re 4 ὅπως VS Vi Wolf | ὧν scripsi e Vo ut coni Re ὢν VSVi edd Σειρήνων coni La Croze „Quaere nomen aliquod quod a literarum vestigiis non multum abeat, in catalogo scriptorum de Alexandro Μ. apud Fabricium Bibl. Gr. Τ. II“ τῶν Asmus WKI.Phil. 1899 n. 51 col. 1394. olim cogitavi de Τιτάνων coll Suid. s. v. Τιτᾶνας βοᾶν Diogen. VIII 47; Macar. VIII 38 Τιτᾶνας βοᾶν· ἐπὶ τῶν κεκραγότων τινὰς εἰς βοήθειαν, at Τιτήνων defenditur memoria loci Hes. theog. 669—673 quo Libanius codicem familiae Ω b (v. 669) usurpasse videtur. cf Qu. Sm. XIV 550 6 σε scripsi auctore Re τε libri edd 8 γὰρ om S 8 καὶ—9 Τιτήνων om SVi)
34
[*](W 34)

λζ΄.

Δημητρίῳ. (358/59)

Ὁ μὶν Πίνδαρός πού φησι μήλων τε χρυσῶν εἶναι φύ- λαξ, τὰ δὲ εἶναι Μουσῶν καὶ τούτων ἄλλοτε ἄλλοις νέμειν, ἐγὼ δὲ αὐτὸς μὲν ἡγοῦμαι ληρεῖν σοὶ δὲ φαίνομαι χρυσᾶ γεννᾶν. καὶ νῦν ἡμᾶς ἐξ ὧν ἐθρηνήσαμεν εἰς τοὺς τῶν τρα- γῳδιῶν κατελόχισας ποιητάς. ὅρα εἰ σου ταῦτα ἀνέξεται Σο- φοκλῆς ἤ τις ἄλλος τῶν ὁμοτέχνων αὐτῷ. ἀλλ᾿ ἐπειδή σε μὴ δύναμαι παῦσαι τῶν ἐμῶν ἐπιθυμεῖν πέμπω σοι τῶν ἐμῶν ἃ κελεύεις, ἐν οἷς τε περὶ μισθοῦ διείλεγμαι καὶ Στρα- τήγιον ἐπαινῶ, καὶ δὴ καὶ τὸν ἀγῶνα. καὶ δὴ τέταρτος ἥκει σοι <ἡ> τῆς ἡμετέρας εὐφημία, ἧς ἔν γε τοῖς νόμος ἐπέτρεψεν, ἤκουσεν ἡ πόλις. ἡ πανήγυρις δὲ ἔργον ἦν, ὃ φεύγοντες οἱ πολλοὶ καταφεύγουσιν εἰς τὰς πόλεις.